Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 13

2.6 τὰς δὲ δυσφημίας τῶν ὀνομάτων φεύγοντές τινες ἐνταῦθα μὲν Ποροσελήνην δεῖν λέγειν φασί, τὸ δʼ Ἀσπορδηνὸν ὄρος τὸ περὶ Πέργαμον, τραχὺ καὶ λυπρὸν ὄν, Ἀσπορηνόν, καὶ τὸ ἱερὸν τὸ ἐνταῦθα τῆς μητρὸς τῶν θεῶν Ἀσπορηνῆς. τί οὖν φήσομεν τὴν πόρδαλιν καὶ τὸν σαπέρδην καὶ τὸν Περδίκκαν καὶ τὸ Σιμωνίδου σὺν πορδακοῖσιν ἐκπεσόντες εἵμασιν ἀντὶ τοῦ διαβρόχοις, καὶ ἐν τῇ ἀρχαίᾳ που κωμῳδίᾳ πορδακὸν τὸ χωρίον τὸ λιμνάζον; διέχει δʼ ἡ Λέσβος τὸ ἴσον ἀπὸ τῆς Τενέδου καὶ Λήμνου καὶ Χίου σχεδόν τι τῶν πεντακοσίων ἐνδοτέρω σταδίων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi