Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 13

3.5 ταῖς δὲ νῦν Αἰολικαῖς πόλεσιν ἔτι καὶ τὰς Αἰγὰς προσληπτέον καὶ τὴν Τῆμνον, ὅθεν ἦν Ἑρμαγόρας ὁ τὰς ῥητορικὰς τέχνας συγγράψας· ἵδρυνται δʼ αἱ πόλεις αὗται κατὰ τὴν ὀρεινὴν τὴν ὑπερκειμένην τῆς τε Κυμαίας καὶ τῆς Φωκαέων καὶ Σμυρναίων γῆς, παρʼ ἣν ὁ Ἕρμος ῥεῖ. οὐκ ἄπωθεν δὲ τούτων τῶν πόλεων οὐδʼ ἡ Μαγνησία ἐστὶν ἡ ὑπὸ Σιπύλῳ, ἐλευθέρα πόλις ὑπὸ Ῥωμαίων κεκριμένη. καὶ ταύτην δʼ ἐκάκωσαν οἱ νεωστὶ γενόμενοι σεισμοί. εἰς δὲ τἀναντία τὰ ἐπὶ τὸν Κάικον νεύοντα ἀπὸ Λαρίσης μὲν διαβάντι τὸν Ἕρμον εἰς Κύμην ἑβδομήκοντα στάδιοι, ἐντεῦθεν δʼ εἰς Μύριναν τετταράκοντα στάδιοι, τὸ δʼ ἴσον ἐντεῦθεν εἰς Γρύνιον κἀκεῖθεν εἰς Ἐλαίαν· ὡς δʼ Ἀρτεμίδωρος, ἀπὸ τῆς Κύμης εἰσὶν Ἄδαι, εἶτʼ ἄκρα μετὰ τετταράκοντα σταδίους ἣν καλοῦσιν Ὕδραν, ἡ ποιοῦσα τὸν κόλπον τὸν Ἐλαϊτικὸν πρὸς τὴν ἀπεναντίον ἄκραν Ἁρματοῦντα. τοῦ μὲν οὖν στόματος τὸ πλάτος περὶ ὀγδοήκοντα σταδίους ἐστίν, ἐγκολπίζοντι δὲ Μύρινα ἐν ἑξήκοντα σταδίοις, Αἰολὶς πόλις ἔχουσα λιμένα, εἶτʼ Ἀχαιῶν λιμήν, ὅπου οἱ βωμοὶ τῶν δώδεκα θεῶν, εἶτα πολίχνιον Μυριναίων Γρύνιον καὶ ἱερὸν Ἀπόλλωνος καὶ μαντεῖον ἀρχαῖον καὶ νεὼς πολυτελὴς λίθου λευκοῦ, στάδιοι δʼ ἐπʼ αὐτὴν τετταράκοντα· εἶθʼ ἑβδομήκοντα εἰς Ἐλαίαν, λιμένα ἔχουσαν καὶ ναύσταθμον τῶν Ἀτταλικῶν βασιλέων, Μενεσθέως κτίσμα καὶ τῶν σὺν αὐτῷ Ἀθηναίων τῶν συστρατευσάντων ἐπὶ Ἴλιον. τὰ δʼ ἑξῆς εἴρηται τὰ περὶ Πιτάνην καὶ Ἀταρνέα καὶ τἆλλα τὰ ταύτῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi