Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 13

4.1 ἔχει δέ τινα ἡγεμονίαν πρὸς τοὺς τόπους τούτους τὸ Πέργαμον, ἐπιφανὴς πόλις καὶ πολὺν συνευτυχήσασα χρόνον τοῖς Ἀτταλικοῖς βασιλεῦσι· καὶ δὴ καὶ ἐντεῦθεν ἀρκτέον τῆς ἑξῆς περιοδείας, καὶ πρῶτον περὶ τῶν βασιλέων ὁπόθεν ὡρμήθησαν καὶ εἰς ἃ κατέστρεψαν ἐν βραχέσι δηλωτέον. ἦν μὲν δὴ τὸ Πέργαμον Λυσιμάχου γαζοφυλάκιον τοῦ Ἀγαθοκλέους, ἑνὸς τῶν Ἀλεξάνδρου διαδόχων, αὐτὴν τὴν ἄκραν τοῦ ὄρους συνοικουμένην ἔχον· ἔστι δὲ στροβιλοειδὲς τὸ ὄρος εἰς ὀξεῖαν κορυφὴν ἀπολῆγον. ἐπεπίστευτο δὲ τὴν φυλακὴν τοῦ ἐρύματος τούτου καὶ τῶν χρημάτων (ἦν δὲ τάλαντα ἐνακισχίλια) φιλέταιρος, ἀνὴρ Τιανός, θλιβίας ἐκ παιδός· συνέβη γὰρ ἔν τινι ταφῇ θέας οὔσης καὶ πολλῶν παρόντων ἀποληφθεῖσαν ἐν τῷ ὄχλῳ τὴν κομίζουσαν τροφὸν τὸν Φιλέταιρον ἔτι νήπιον συνθλιβῆναι μέχρι τοσοῦδε ὥστε πηρωθῆναι τὸν παῖδα. ἦν μὲν δὴ εὐνοῦχος, τραφεὶς δὲ καλῶς ἐφάνη τῆς πίστεως ταύτης ἄξιος. τέως μὲν οὖν εὔνους διέμεινε τῷ Λυσιμάχῳ, διενεχθεὶς δὲ πρὸς Ἀρσινόην τὴν γυναῖκα αὐτοῦ διαβάλλουσαν αὐτὸν ἀπέστησε τὸ χωρίον καὶ πρὸς τοὺς καιροὺς ἐπολιτεύετο ὁρῶν ἐπιτηδείους πρὸς νεωτερισμόν· ὅ τε γὰρ Λυσίμαχος κακοῖς οἰκείοις περιπεσὼν ἠναγκάσθη τὸν υἱὸν ἀνελεῖν Ἀγαθοκλέα, Σέλευκός τε ἐπελθὼν ὁ Νικάτωρ ἐκεῖνόν τε κατέλυσε καὶ αὐτὸς κατελύθη δολοφονηθεὶς ὑπὸ Πτολεμαίου τοῦ Κεραυνοῦ. τοιούτων δὲ θορύβων ὄντων διεγένετο μένων ἐπὶ τοῦ ἐρύματος ὁ εὐνοῦχος, καὶ πολιτευόμενος διʼ ὑποσχέσεων καὶ τῆς ἄλλης θεραπείας ἀεὶ πρὸς τὸν ἰσχύοντα καὶ ἐγγὺς παρόντα· διετέλεσε γοῦν ἔτη εἴκοσι κύριος ὢν τοῦ φρουρίου καὶ τῶν χρημάτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi