Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 14

1.39 πρώτη δʼ ἐστὶν ἐξ Ἐφέσου Μαγνησία πόλις Αἰολίς, λεγομένη δὲ ἐπὶ Μαιάνδρῳ· πλησίον γὰρ αὐτοῦ ἵδρυται· πολὺ δὲ πλησιαίτερον ὁ Ληθαῖος ἐμβάλλων εἰς τὸν Μαίανδρον, τὴν δʼ ἀρχὴν ἔχων ἀπὸ Πακτύου τοῦ τῶν Ἐφεσίων ὄρους· ἕτερος δʼ ἐστὶ Ληθαῖος ὁ ἐν Γορτύνῃ καὶ ὁ περὶ Τρίκκην, ἐφʼ ᾧ ὁ Ἀσκληπιὸς γεννηθῆναι λέγεται, καὶ ἔτι ἐν τοῖς Ἑσπερίταις Λίβυσι. κεῖται δʼ ἐν πεδίῳ πρὸς ὄρει καλουμένῳ Θώρακι ἡ πόλις, ἐφʼ ᾧ σταυρωθῆναί φασι Δαφίταν τὸν γραμματικὸν λοιδορήσαντα τοὺς βασιλέας διὰ διστίχου πορφύρεοι μώλωπες, ἀπορρινήματα γάζης Λυσιμάχου, Λυδῶν ἄρχετε καὶ Φρυγίης. καὶ λόγιον δʼ ἐκπεσεῖν αὐτῷ λέγεται φυλάττεσθαι τὸν Θώρακα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi