Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 14

5.22 ὁ γὰρ Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν ἔτι καὶ τοιαῦτα λέγει· τοὺς γὰρ ἐκ τῆς Ἀσίας ἐπικούρους τῶν Τρώων ἅπαντας καταριθμεῖσθαί φησιν ὑπὸ τοῦ ποιητοῦ τῆς χερρονήσου κατοίκους ὄντας, ἧς ὁ στενώτατος ἰσθμός ἐστι τὸ μεταξὺ τοῦ κατὰ Σινώπην μυχοῦ καὶ Ἰσσοῦ· αἱ δʼ ἐκτὸς πλευραί φησί τριγωνοειδοῦς οὔσης, εἰσὶ μὲν ἄνισοι, παρήκουσι δὲ ἡ μὲν ἀπὸ Κιλικίας ἐπὶ Χελιδονίας, ἡ δʼ ἐνθένδε ἐπὶ τὸ στόμα τοῦ Εὐξείνου, ἡ δʼ ἐπὶ Σινώπην πάλιν ἐνθένδε. τὸ μὲν οὖν μόνους τοὺς ἐν τῇ χερρονήσῳ διὰ τῶν αὐτῶν ἐλέγχοιτʼ ἂν ψεῦδος ὂν διʼ ὧν ἠλέγξαμεν πρότερον μὴ μόνους τοὺς ἐντὸς Ἅλυος. οἱ γὰρ περὶ Φαρνακίαν τόποι ἐν οἷς τοὺς Ἁλιζώνους ἔφαμεν, ὥσπερ ἔξω τοῦ Ἅλυός εἰσιν, οὕτω καὶ ἔξω τοῦ ἰσθμοῦ, εἴπερ καὶ τῶν στενῶν τῶν μεταξὺ Σινώπης καὶ Ἰσσοῦ, καὶ οὐ τούτων γε μόνων ἀλλὰ καὶ τῶν κατʼ ἀλήθειαν στενῶν τῶν μεταξὺ Ἀμισοῦ τε καὶ Ἰσσοῦ· οὐδὲ γὰρ ἐκεῖνος ὀρθῶς ἀφώρισται τὸν ἰσθμὸν καὶ τὰ κατʼ αὐτὸν στενά, ἐκεῖνα ἀντὶ τούτων τιθείς. πάντων δʼ εὐηθέστατον τὸ τὴν χερρόνησον τριγωνοειδῆ φήσαντα τρεῖς ἀποφήνασθαι τὰς ἔξω πλευράς· ὁ γὰρ τὰς ἔξω λέγων πλευρὰς ἔοικεν ὑπεξαιρουμένῳ τὴν κατὰ τὰ στενά, ὡς καὶ ταύτην οὖσαν πλευράν, οὐκ ἔξω δὲ οὐδʼ ἐπὶ θαλάττῃ. εἰ μὲν τοίνυν τὰ στενὰ ταῦτα οὕτως ἦν συνηγμένα ὥστε μικρὸν ἀπολείπειν τοῦ συνάπτειν ἐπʼ ἀλλήλαις τήν τε ἐπὶ Ἰσσὸν καὶ τὴν ἐπὶ Σινώπην πίπτουσαν πλευράν, συνεχώρει ἂν τριγωνοειδῆ λέγεσθαι τὴν χερρόνησον· νῦν δέ γε τρισχιλίους σταδίους ἀπολειπόντων μεταξὺ τῶν ὑπʼ αὐτοῦ λεγομένων στενῶν, ἀμαθία τὸ λέγειν τριγωνοειδὲς τὸ τοιοῦτον τετράπλευρον, οὐδὲ χωρογραφικόν. ὁ δὲ καὶ χωρογραφίαν ἐξέδωκεν ἐν κωμικῷ μέτρῳ γῆς περίοδον ἐπιγράψας. μένει δʼ ἡ αὐτὴ ἀμαθία κἂν εἰς τοὐλάχιστον καταγάγῃ διάστημά τις τὸν ἰσθμόν, ὅσον εἰρήκασιν οἱ πλεῖστον ψευσάμενοι τὸ ἥμισυ τοῦ παντός, ὅσον εἴρηκε καὶ Ἀρτεμίδωρος, χιλίους καὶ πεντακοσίους σταδίους· οὐδὲ γὰρ τοῦτο συναγωγήν πω τριγωνοειδοῦς ποιεῖ σχήματος. ἀλλʼ οὐδὲ τὰς πλευρὰς ὀρθῶς διῄρηται τὰς ἔξω τὴν ἀπὸ Ἰσσοῦ μέχρι Χελιδονίων εἰπών· λοιπὴ γάρ ἐστιν ὅλη ἐπʼ εὐθείας ἡ Λυκιακὴ παραλία ταύτῃ, καὶ ἡ τῶν Ῥοδίων περαία μέχρι Φύσκου· ἐντεῦθεν δὲ καμπὴν λαβοῦσα ἡ ἤπειρος ἄρχεται τὴν δευτέραν καὶ δυσμικὴν ποιεῖν πλευρὰν ἄχρι Προποντίδος καὶ Βυζαντίου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi