Kitap 14
5.27
μεταβὰς δʼ ἐπὶ τὸν ποιητὴν τοῦτο μὲν ὀρθῶς λέγει, διότι πολλὴ σύγχυσις γεγένηται τῶν βαρβάρων ἐθνῶν ἀπὸ τῶν Τρωικῶν εἰς τὰ νῦν διὰ τὰς μεταπτώσεις· καὶ γὰρ προσγέγονέ τινα καὶ ἐλλέλοιπε καὶ διέσπασται καὶ συνῆκται εἰς ἕν. οὐκ εὖ δὲ τὴν αἰτίαν διττὴν ἀποφαίνει διʼ ἣν οὐ μέμνηταί τινων ὁ ποιητής· ἢ τῷ μήπω τότʼ οἰκεῖσθαι ὑπὸ τοῦ ἔθνους τούτου, ἢ τῷ ἐν ἑτέρῳ γένει περιέχεσθαι. τὴν γὰρ Καππαδοκίαν οὐκ εἴρηκεν, οὐδὲ τὴν Καταονίαν, ὡς δʼ αὕτως τὴν Λυκαονίαν, διʼ οὐδέτερον τούτων· οὐ γὰρ ἔχομεν τοιαύτην ἱστορίαν ἐπʼ αὐτῶν οὐδεμίαν. γελοῖόν τε τὸ τοὺς Καππάδοκας καὶ Λυκάονας διὰ τί μὲν Ὅμηρος παρέλιπε φροντίσαι καὶ ἀπολογήσασθαι, διὰ τί δʼ Ἔφορος παρῆλθε παρελθεῖν καὶ αὐτόν, καὶ ταῦτα παραθέμενον πρὸς αὐτὸ τοῦτο τὴν ἀπόφασιν τἀνδρός, πρὸς τὸ ἐξετάσαι καὶ διαιτῆσαι· καὶ διότι μὲν Μῄονας ἀντὶ Λυδῶν Ὅμηρος εἶπε διδάξαι, ὅτι δʼ οὔτε Λυδοὺς οὔτε Μῄονας εἴρηκεν Ἔφορος μὴ ἐπισημήνασθαι.
5.28
φήσας δὲ ἀγνώτων τινῶν μεμνῆσθαι τὸν ποιητήν, Καύκωνας μὲν ὀρθῶς λέγει καὶ Σολύμους καὶ Κητείους καὶ Λέλεγας καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου, τοὺς δʼ Ἁλιζῶνας αὐτὸς πλάττει, μᾶλλον δʼ οἱ πρῶτοι τοὺς Ἁλιζῶνας ἀγνοήσαντες τίνες εἰσί, καὶ μεταγράφοντες πλεοναχῶς καὶ πλάττοντες τὴν τοῦ ἀργύρου γενέθλην καὶ ἄλλα πολλὰ μέταλλα, ἐκλελειμμένα ἅπαντα. πρὸς ταύτην δὲ τὴν φιλοτιμίαν κἀκείνας συνήγαγον τὰς ἱστορίας, ἃς ὁ Σκήψιος τίθησι παρὰ Καλλισθένους λαβὼν καὶ ἄλλων τινῶν, οὐ καθαρευόντων τῆς περὶ τῶν Ἁλιζώνων ψευδοδοξίας· ὡς ὁ μὲν Ταντάλου πλοῦτος καὶ τῶν Πελοπιδῶν ἀπὸ τῶν περὶ Φρυγίαν καὶ Σίπυλον μετάλλων ἐγένετο· ὁ δὲ Κάδμου ἐκ τῶν περὶ Θρᾴκην καὶ τὸ Παγγαῖον ὄρος· ὁ δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύροις περὶ Ἄβυδον χρυσείων, ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται· πολλὴ δʼ ἡ ἐκβολὴ καὶ τὰ ὀρύγματα σημεῖα τῆς πάλαι μεταλλείας· ὁ δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος· ὁ δὲ Γύγου καὶ Ἀλυάττου καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίᾳ καὶ τῆς μεταξὺ Ἀταρνέως τε καὶ Περγάμου πολίχνη ἐρήμη ἐκμεμεταλλευμένα ἔχουσα τὰ χωρία.