Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 14

5.29 ἔτι καὶ ταῦτα μέμψαιτο ἄν τις τοῦ Ἀπολλοδώρου, ὅτι τῶν νεωτέρων καινοτομούντων πολλὰ παρὰ τὰς Ὁμηρικὰς ἀποφάσεις, εἰωθὼς ταῦτʼ ἐλέγχειν ἐπὶ πλέον, ἐνταῦθα οὐκ ὠλιγώρηκε μόνον, ἀλλὰ καὶ τἀναντία εἰς ἓν συνάγει τὰ μὴ ὡσαύτως λεγόμενα. ὁ μὲν γὰρ Ξάνθος ὁ Λυδὸς μετὰ τὰ Τρωικά φησιν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆς Εὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου, ἀγαγεῖν δʼ αὐτοὺς Σκαμάνδριον ἐκ Βερεκύντων καὶ Ἀσκανίας. ἐπιλέγει δὲ τούτοις ὁ Ἀπολλόδωρος, ὅτι τῆς Ἀσκανίας ταύτης μνημονεύει καὶ Ὅμηρος ἧς ὁ Ξάνθος Φόρκυς δὲ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλʼ ἐξ Ἀσκανίης.Hom. Il. 2.862 ἀλλʼ εἰ οὕτως ἔχει, ἡ μὲν μετανάστασις ὕστερον ἂν εἴη τῶν Τρωικῶν γεγονυῖα, ἐν δὲ τοῖς Τρωικοῖς τὸ λεγόμενον ὑπὸ τοῦ ποιητοῦ ἐπικουρικὸν ἧκεν ἐκ τῆς περαίας ἐκ τῶν Βερεκύντων καὶ τῆς Ἀσκανίας. τίνες οὖν Φρύγες ἦσαν οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο,Hom. Il. 3.187 ὅτε ὁ Πρίαμος ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέγμηνHom. Il. 3.188 φησί; πῶς δὲ ἐκ μὲν Βερεκύντων μετεπέμπετο Φρύγας ὁ Πρίαμος, πρὸς οὓς οὐδὲν ἦν αὐτῷ συμβόλαιον, τοὺς δʼ ὁμόρους καὶ οἷς αὐτὸς πρότερον ἐπεκούρησε παρέλιπεν; οὕτω δὲ περὶ τῶν Φρυγῶν εἰπὼν ἐπιφέρει καὶ τὰ περὶ τῶν Μυσῶν οὐχ ὁμολογούμενα τούτοις· λέγεσθαι γάρ φησι καὶ τῆς Μυσίας κώμην Ἀσκανίαν περὶ λίμνην ὁμώνυμον, ἐξ ἧς καὶ τὸν Ἀσκάνιον ποταμὸν ῥεῖν, οὗ μνημονεύει καὶ Εὐφορίων Μυσοῖος παρʼ ὕδασιν Ἀσκανίοιο. καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος οἳ καὶ ἐπʼ Ἀσκανίῳ δώματʼ ἔχουσι ῥόῳ, λίμνης Ἀσκανίης ἐπὶ χείλεσιν· ἔνθα Δολίων υἱὸς Σιληνοῦ νάσσατο καὶ Μελίης. καλοῦσι δέ, φησί, Δολιονίδα καὶ Μυσίαν τὴν περὶ Κύζικον ἰόντι εἰς Μιλητούπολιν. εἰ οὖν οὕτως ἔχει ταῦτα, καὶ ἐκμαρτυρεῖται ὑπὸ τῶν δεικνυμένων νῦν καὶ ὑπὸ τῶν ποιητῶν, τί ἐκώλυε τὸν Ὅμηρον ταύτης μεμνῆσθαι τῆς Ἀσκανίας, ἀλλὰ μὴ τῆς ὑπὸ Ξάνθου λεγομένης; εἴρηται δὲ καὶ πρότερον περὶ τούτων ἐν τῷ περὶ Μυσῶν καὶ Φρυγῶν λόγῳ, ὥστε ἐχέτω πέρας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi