Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 15

1.1 τὰ περιλειπόμενα τῆς Ἀσίας ἐστὶ τὰ ἐκτὸς τοῦ Ταύρου, πλὴν Κιλικίας καὶ Παμφυλίας καὶ Λυκίας, τὰ ἀπὸ τῆς Ἰνδικῆς μέχρι Νείλου μεταξὺ τοῦ Ταύρου καὶ τῆς ἔξω θαλάττης τῆς νοτίου κείμενα. μετὰ δὲ τὴν Ἀσίαν ἡ Λιβύη ἐστί, περὶ ἧς ἐροῦμεν ὕστερον, νῦν δʼ ἀπὸ τῆς Ἰνδικῆς ἀρκτέον· πρώτη γὰρ ἔκκειται πρὸς ταῖς ἀνατολαῖς καὶ μεγίστη.
1.2 δεῖ δʼ εὐγνωμόνως ἀκούειν περὶ αὐτῆς· καὶ γὰρ ἀπωτάτω ἐστί, καὶ οὐ πολλοὶ τῶν ἡμετέρων κατώπτευσαν αὐτήν· οἱ δὲ καὶ ἰδόντες μέρη τινὰ εἶδον, τὰ δὲ πλείω λέγουσιν ἐξ ἀκοῆς· καὶ ἃ εἶδον δὲ ἐν παρόδῳ στρατιωτικῇ καὶ δρόμῳ κατέμαθον· διόπερ οὐδὲ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἐξαγγέλλουσι, καὶ ταῦτα συγγράψαντες ὡς ἂν πεφροντισμένως ἐξητασμένα, τινὲς δʼ αὐτῶν καὶ συστρατεύσαντες ἀλλήλοις καὶ συνεπιδημήσαντες, καθάπερ οἱ Ἀλεξάνδρῳ συγκαταστρεψάμενοι τὴν Ἀσίαν· ἀλλʼ ἕκαστος ἑκάστῳ τἀναντία λέγει πολλάκις. ὅπου δὲ καὶ περὶ τῶν ὁραθέντων οὕτω διαφέρονται, τί δεῖ νομίζειν περὶ τῶν ἐξ ἀκοῆς;
1.3 καὶ μὴν οὐδʼ οἱpost οἱ· πολλοὶ πολλοῖς χρόνοις ὕστερον συγγράψαντές τι περὶ τούτων, οὐδʼ οἱ νῦν πλέοντες ἐκεῖσε, ἀποφαίνονταί τι ἀκριβές. Ἀπολλόδωρος γοῦν ὁ τὰ Παρθικὰ ποιήσας, μεμνημένος καὶ τῶν τὴν Βακτριανὴν ἀποστησάντων Ἑλλήνων παρὰ τῶν Συριακῶν βασιλέων τῶν ἀπὸ Σελεύκου τοῦ Νικάτορος, φησὶ μὲν αὐτοὺς αὐξηθέντας ἐπιθέσθαι καὶ τῇ Ἰνδικῇ· οὐδὲν δὲ προσανακαλύπτει * τῶν πρότερον ἐγνωσμένων, ἀλλὰ καὶ ἐναντιολογεῖ πλείω τῆς Ἰνδικῆς ἐκείνους ἢ Μακεδόνας καταστρέψασθαι λέγων· Εὐκρατίδαν γοῦν πόλεις χιλίας ὑφʼ ἑαυτῷ ἔχειν· ἐκεῖνοι δέ γε αὐτὰ τὰ μεταξὺ ἔθνη τοῦ τε Ὑδάσπου καὶ τοῦ Ὑπάνιος τὸν ἀριθμὸν ἐννέα, πόλεις τε σχεῖν πεντακισχιλίας, ὧν μηδεμίαν εἶναι Κῶ τῆς Μεροπίδος ἐλάττω· ταύτην δὲ πᾶσαν τὴν χώραν καταστρεψάμενον Ἀλέξανδρον παραδοῦναι Πώρῳ.
1 / 76 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi