Kitap 15
1.24
τοῦτο δʼ οἱ μὲν περὶ Ἀριστόβουλον οὐκ ἂν συγχωροῖεν οἱ φάσκοντες μὴ ὕεσθαι τὰ πεδία. Ὀνησικρίτῳ δὲ δοκεῖ τόδε τὸ ὕδωρ αἴτιον εἶναι τῶν ἐν τοῖς ζῴοις ἰδιωμάτων, καὶ φέρει σημεῖον τὸ καὶ τὰς χρόας τῶν πινόντων βοσκημάτων ξενικῶν ἀλλάττεσθαι πρὸς τὸ ἐπιχώριον. τοῦτο μὲν οὖν εὖ, οὐκέτι δὲ καὶ τὸ τοῦ μέλανας εἶναι καὶ οὐλότριχας τοὺς Αἰθίοπας ἐν ψιλοῖς τοῖς ὕδασι τὴν αἰτίαν τιθέναι, μέμφεσθαι δὲ τὸν Θεοδέκτην εἰς αὐτὸν τὸν ἥλιον ἀναφέροντα τὸ αἴτιον, ὅς φησιν οὕτως οἷς ἀγχιτέρμων ἥλιος διφρηλατῶν σκοτεινὸν ἄνθος ἐξέχρωσε λιγνύος εἰς σώματʼ ἀνδρῶν, καὶ συνέστρεψεν κόμας μορφαῖς ἀναυξήτοισι συντήξας πυρός. ἔχοι δʼ ἄν τινα λόγον· φησὶ γὰρ μήτε ἐγγυτέρω τοῖς Αἰθίοψιν εἶναι τὸν ἥλιον ἢ τοῖς ἄλλοις, ἀλλὰ μᾶλλον κατὰ κάθετον εἶναι, καὶ διὰ τοῦτο ἐπικαίεσθαι πλέον, ὥστʼ οὐκ εὖ λέγεσθαι ἀγχιτέρμονα αὐτοῖς τὸν ἥλιον ἴσον πάντων διέχοντα· μήτε τὸ θάλπος εἶναι τοῦ τοιούτου πάθους αἴτιον· μηδὲ γὰρ τοῖς ἐν γαστρί, ὧν οὐχ ἅπτεται ἥλιος. βελτίους δὲ οἱ τὸν ἥλιον αἰτιώμενοι καὶ τὴν ἐξ αὐτοῦ ἐπίκαυσιν κατʼ ἐπίλειψιν σφοδρὰν τῆς ἐπιπολῆς ἰκμάδος· καθʼ ὃ καὶ τοὺς Ἰνδοὺς μὴ οὐλοτριχεῖν φαμεν, μηδʼ οὕτως ἀπεφεισμένως ἐπικεκαῦσθαι τὴν χρόαν, ὅτι ὑγροῦ κοινωνοῦσιν ἀέρος. ἐν δὲ τῇ γαστρὶ ἤδη κατὰ σπερματικὴν διάδοσιν τοιαῦτα γίνεται οἷα τὰ γεννῶντα· καὶ γὰρ πάθη συγγενικὰ οὕτω λέγεται καὶ ἄλλαι ὁμοιότητες. καὶ τὸ πάντων δʼ ἴσον ἀπέχειν τὸν ἥλιον πρὸς αἴσθησιν λέγεται, οὐ πρὸς λόγον· καὶ πρὸς αἴσθησιν, οὐχ ὡς ἔτυχεν ἀλλʼ ὥς φαμεν σημείου λόγον ἔχειν τὴν γῆν πρὸς τὴν τοῦ ἡλίου σφαῖραν· ἐπεὶ πρός γε τὴν τοιαύτην αἴσθησιν καθʼ ἣν θάλπους ἀντιλαμβανόμεθα, ἐγγύθεν μὲν μᾶλλον πόρρωθεν δὲ ἧττον, οὐκ ἴσον· οὕτω δʼ ἀγχιτέρμων ὁ ἥλιος λέγεται τοῖς Αἰθίοψιν, οὐχ ὡς Ὀνησικρίτῳ δέδοκται.