Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 15

1.26 δεῖ δὲ καὶ τὰ καθʼ ἕκαστα περὶ τῶν ποταμῶν εἰπεῖν ὅσα πρὸς τὴν γεωγραφίαν χρήσιμα καὶ ὅσων ἱστορίαν παρειλήφαμεν. ἄλλως τε γὰρ οἱ ποταμοὶ φυσικοί τινες ὅροι καὶ μεγεθῶν καὶ σχημάτων τῆς χώρας ὄντες ἐπιτηδειότητα πολλὴν παρέχουσι πρὸς ὅλην τὴν νῦν ὑπόθεσιν. ὁ δὲ Νεῖλος καὶ οἱ κατὰ τὴν Ἰνδικὴν πλεονέκτημά τι ἔχουσι παρὰ τοὺς ἄλλους διὰ τὸ τὴν χώραν ἀοίκητον εἶναι χωρὶς αὐτῶν, πλωτὴν ἅμα καὶ γεωργήσιμον οὖσαν, καὶ μήτʼ ἐφοδεύεσθαι δυναμένην ἄλλως μήτʼ οἰκεῖσθαι τὸ παράπαν. τοὺς μὲν οὖν εἰς τὸν Ἰνδὸν καταφερομένους ἱστοροῦμεν τοὺς ἀξίους μνήμης καὶ τὰς χώρας, διʼ ὧν ἡ φορά, τῶν δʼ ἄλλων ἐστὶν ἄγνοια πλείων ἢ γνῶσις. Ἀλέξανδρος γὰρ ὁ μάλιστα ταῦτʼ ἀνακαλύψας κατʼ ἀρχὰς μέν, ἡνίκα οἱ Δαρεῖον δολοφονήσαντες ὥρμησαν ἐπὶ τὴν τῆς Βακτριανῆς ἀπόστασιν, ἔγνω προυργιαίτατον ὂν διώκειν καὶ καταλύειν ἐκείνους. ἧκε μὲν οὖν τῆς Ἰνδικῆς πλησίον διʼ Ἀριανῶν, ἀφεὶς δʼ αὐτὴν ἐν δεξιᾷ ὑπερέβη τὸν Παροπάμισον εἰς τὰ προσάρκτια μέρη καὶ τὴν Βακτριανήν· καταστρεψάμενος δὲ τἀκεῖ πάντα ὅσα ἦν ὑπὸ Πέρσαις καὶ ἔτι πλείω, τότʼ ἤδη καὶ τῆς Ἰνδικῆς ὠρέχθη, λεγόντων μὲν περὶ αὐτῆς πολλῶν οὐ σαφῶς δέ. ἀνέστρεψε δʼ οὖν ὑπερθεὶς τὰ αὐτὰ ὄρη κατʼ ἄλλας ὁδοὺς ἐπιτομωτέρας ἐν ἀριστερᾷ ἔχων τὴν Ἰνδικήν, εἶτʼ ἐπέστρεψεν εὐθὺς ἐπʼ αὐτὴν καὶ τοὺς ὅρους τοὺς ἑσπερίους αὐτῆς καὶ τὸν Κώφην ποταμὸν καὶ τὸν Χοάσπην, ὃς εἰς τὸν Κώφην ἐμβάλλει ποταμὸνκαὶ ante κατὰ κατὰ Πλημύριον πόλιν, ῥυεὶς παρὰ * Γώρυδι ἄλλην πόλιν, καὶ διεξιὼν τήν τε Βανδοβηνὴν καὶ τὴν Γανδαρῖτιν. ἐπυνθάνετο δʼ οἰκήσιμον εἶναι μάλιστα καὶ εὔκαρπον τὴν ὀρεινὴν καὶ προσάρκτιον· τὴν δὲ νότιον τὴν μὲν ἄνυδρον τὴν δὲ ποταμόκλυστον καὶ τελέως ἔκπυρον, θηρίοις τε μᾶλλον ἢ ἀνθρώποις σύμμετρον. ὥρμησεν οὖν τὴν ἐπαινουμένην κατακτᾶσθαι πρότερον, ἅμα καὶ τοὺς ποταμοὺς εὐπερατοτέρους νομίσας τῶν πηγῶν πλησίον, οὓς ἀναγκαῖον ἦν διαβαίνειν, ἐπικαρσίους ὄντας καὶ τέμνοντας ἣν ἐπῄει γῆν. ἅμα δὲ καὶ ἤκουσεν εἰς ἓν πλείους συνιόντας ῥεῖν, καὶ τοῦτʼ ἀεὶ καὶ μᾶλλον συμβαῖνον ὅσῳ πλεῖον εἰς τὸ πρόσθεν προΐοιεν, ὥστʼ εἶναι δυσπερατοτέραν, καὶ ταῦτα ἐν πλοίων ἀπορίᾳ. δεδιὼς οὖν τοῦτο διέβη τὸν Κώφην, καὶ κατεστρέφετο τὴν ὀρεινὴν ὅση ἐτέτραπτο πρὸς ἕω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi