Kitap 15
1.29
μεταξὺ δὲ τοῦ Ὑδάσπου καὶ τοῦ Ἀκεσίνου ἥ τε τοῦ Πώρου ἐστί, πολλὴ καὶ ἀγαθή, σχεδόν τι καὶ τριακοσίων πόλεων, καὶ ἡ πρὸς τοῖς Ἠμωδοῖς ὄρεσιν ὕλη, ἐξ ἧς Ἀλέξανδρος κατήγαγε τῷ Ὑδάσπῃ κόψας ἐλάτην τε πολλὴν καὶ πεύκην καὶ κέδρον καὶ ἄλλα παντοῖα στελέχη ναυπηγήσιμα, ἐξ ὧν στόλον κατεσκευάσατο ἐπὶ τῷ Ὑδάσπῃ πρὸς ταῖς ἐκτισμέναις ὑπʼ αὐτοῦ πόλεσιν ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ, ὅπου τὸν Πῶρον ἐνίκα διαβάς· ὧν τὴν μὲν Βουκεφαλίαν ὠνόμασεν ἀπὸ τοῦ πεσόντος ἵππου κατὰ τὴν μάχην τὴν πρὸς τὸν Πῶρον (ἐκαλεῖτο δὲ Βουκεφάλας ἀπὸ τοῦ πλάτους τοῦ μετώπου· πολεμιστὴς δʼ ἦν ἀγαθός, καὶ ἀεὶ τούτῳ ἐκέχρητο κατὰ τοὺς ἀγῶνας), τὴν δὲ Νίκαιαν ἀπὸ τῆς νίκης ἐκάλεσεν. ἐν δὲ τῇ λεχθείσῃ ὕλῃ καὶ τὸ τῶν κερκοπιθήκων διηγοῦνται πλῆθος ὑπερβάλλον καὶ τὸ μέγεθος ὁμοίως· ὥστε τοὺς Μακεδόνας ποτὲ ἰδόντας ἔν τισιν ἀκρολοφίαις ψιλαῖς ἑστῶτας ἐν τάξει κατὰ μέτωπον πολλοὺς (καὶ γὰρ ἀνθρωπονούστατον εἶναι τὸ ζῷον, οὐχ ἧττον τῶν ἐλεφάντων) στρατοπέδου λαβεῖν φαντασίαν καὶ ὁρμῆσαι μὲν ἐπʼ αὐτοὺς ὡς πολεμίους, μαθόντας δὲ παρὰ Ταξίλου συνόντος τότε τῷ βασιλεῖ τὴν ἀλήθειαν παύσασθαι. ἡ δὲ θήρα τοῦ ζῴου διττή· μιμητικὸν δὲ καὶ ἐπὶ τὰ δένδρα ἀναφευκτικόν· οἱ οὖν θηρεύοντες, ἐπὰν ἴδωσιν ἐπὶ δένδρων ἱδρυμένον, ἐν ὄψει θέντες τρύβλιον ὕδωρ ἔχον τοὺς ἑαυτῶν ὀφθαλμοὺς ἐναλείφουσιν ἐξ αὐτοῦ· εἶτʼ ἀντὶ τοῦ ὕδατος ἰξοῦ τρύβλιον θέντες ἀπίασι καὶ λοχῶσι πόρρωθεν· ἐπὰν δὲ καταπηδῆσαν τὸ θηρίον ἐγχρίσηται τοῦ ἰξοῦ, * καταμύσαντος δʼ ἀποληφθῇ τὰ βλέφαρα, ἐπιόντες ζωγροῦσιν. εἷς μὲν οὖν τρόπος οὗτος, ἄλλος δέ· ὑποδυσάμενοι θυλάκους ὡς ἀναξυρίδας ἀπίασιν, ἄλλους καταλιπόντες δασεῖς τὰ ἐντὸς κεχρισμένους ἰξῷ· ἐνδύντας δὲ εἰς αὐτοὺς ῥᾳδίως αἱροῦσι.