Kitap 15
1.36
Ἐπὶ δὲ τῇ συμβολῇ τούτου τε καὶ τοῦ ἄλλου ποταμοῦ Ἐραννοβόα τὰ Παλίβοθρα ἱδρῦσθαι σταδίων ὀγδοήκοντα τὸ μῆκος πλάτος δὲ πεντεκαίδεκα ἐν παραλληλογράμμῳ σχήματι, ξύλινον περίβολον ἔχουσαν κατατετρημένον ὥστε διὰ τῶν ὀπῶν τοξεύειν· προκεῖσθαι δὲ καὶ τάφρον φυλακῆς τε χάριν καὶ ὑποδοχῆς τῶν ἐκ τῆς πόλεως ἀπορροιῶν. τὸ δʼ ἔθνος ἐν ᾧ ἡ πόλις αὕτη καλεῖσθαι Πρασίους, διαφορώτατον τῶν πάντων· τὸν δὲ βασιλεύοντα ἐπώνυμον δεῖν τῆς πόλεως εἶναι, Παλίβοθρον καλούμενον πρὸς τῷ ἰδίῳ τῷ ἐκ γενετῆς ὀνόματι, καθάπερ τὸν Σανδρόκοττον, πρὸς ὃν ἧκεν ὁ Μεγασθένης πεμφθείς. τοιοῦτο δὲ καὶ τὸ παρὰ τοῖς Παρθυαίοις· Ἀρσάκαι γὰρ καλοῦνται πάντες, ἰδίᾳ δὲ ὁ μὲν Ὀρώδης ὁ δὲ Φραάτης ὁ δʼ ἄλλο τι.