Kitap 15
1.37
Ἀρίστη δʼ ὁμολογεῖται πᾶσα ἡ τοῦ Ὑπάνιος πέραν· οὐκ ἀκριβοῦνται δέ, ἀλλὰ διὰ τὴν ἄγνοιαν καὶ τὸν ἐκτοπισμὸν λέγεται πάντʼ ἐπὶ τὸ μεῖζον ἢ τὸ τερατωδέστερον· οἷα τὰ τῶν χρυσωρύχων μυρμήκων καὶ ἄλλων θηρίων τε καὶ ἀνθρώπων ἰδιομόρφων καὶ δυνάμεσί τισιν ἐξηλλαγμένων, ὡς τοὺς Σῆρας μακροβίους φασὶ πέρα καὶ διακοσίων ἐτῶν παρατείνοντας. λέγουσι δὲ καὶ ἀριστοκρατικήν τινα σύνταξιν πολιτείας αὐτόθι ἐκ πεντακισχιλίων βουλευτῶν συνεστῶσαν, ὧν ἕκαστον παρέχεσθαι τῷ κοινῷ ἐλέφαντα. καὶ τίγρεις δʼ ἐν τοῖς Πρασίοις φησὶν ὁ Μεγασθένης μεγίστους γίνεσθαι, σχεδὸν δέ τι καὶ διπλασίους λεόντων, δυνατοὺς δὲ ὥστε τῶν ἡμέρων τινὰ ἀγόμενον ὑπὸ τεττάρων τῷ ὀπισθίῳ σκέλει δραξάμενον ἡμιόνου βιάσασθαι καὶ ἑλκύσαι πρὸς ἑαυτόν. κερκοπιθήκους δὲ μείζους τῶν μεγίστων κυνῶν, λευκοὺς πλὴν τοῦ προσώπου, τοῦτο δʼ εἶναι μέλαν, παρʼ ἄλλοις δʼ ἀνάπαλιν· τὰς δὲ κέρκους μείζους δυεῖν πηχέων· ἡμερωτάτους δὲ καὶ οὐ κακοήθεις περὶ ἐπιθέσεις καὶ κλοπάς. λίθους δʼ ὀρύττεσθαι λιβανόχρους γλυκυτέρους σύκων ἢ μέλιτος. ἀλλαχοῦ δὲ διπήχεις ὄφεις ὑμενοπτέρους ὥσπερ αἱ νυκτερίδες· καὶ τούτους δὲ νύκτωρ πέτεσθαι, σταλαγμοὺς ἀφιέντας οὔρων, τοὺς δὲ ἱδρώτων, διασήποντας τὸν χρῶτα τοῦ μὴ φυλαξαμένου· καὶ σκορπίους εἶναι πτηνούς, ὑπερβάλλοντας μεγέθεσι· φύεσθαι δὲ καὶ ἔβενον· εἶναι δὲ καὶ κύνας ἀλκίμους, οὐ πρότερον μεθιέντας τὸ δηχθὲν πρὶν εἰς τοὺς ῥώθωνας ὕδωρ καταχυθῆναι· ἐνίους δʼ ὑπὸ προθυμίας ἐν τῷ δήγματι διαστρέφεσθαι τοὺς ὀφθαλμούς, τοῖς δὲ καὶ ἐκπίπτειν, κατασχεθῆναι δὲ καὶ λέοντα ὑπὸ κυνὸς καὶ ταῦρον, τὸν δὲ ταῦρον καὶ ἀποθανεῖν κρατούμενον τοῦ ῥύγχους πρότερον ἢ ἀφεθῆναι.