Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 15

1.43 βιβάζονται δὲ καὶ τίκτουσιν ὡς ἵπποι τοῦ ἔαρος μάλιστα· καιρὸς δʼ ἐστὶ τῷ μὲν ἄρρενι, ἐπειδὰν οἴστρῳ κατέχηται καὶ ἀγριαίνῃ· τότε δὴ καὶ λίπους τι διὰ τῆς ἀναπνοῆς ἀνίησιν, ἣν ἴσχει παρὰ τοὺς κροτάφους· ταῖς δὲ θηλείαις, ὅταν ὁ αὐτὸς οὗτος πόρος ἀνεῳγὼς τυγχάνῃ. κύουσι δὲ τοὺς μὲν πλείστους ὀκτωκαίδεκα μῆνας ἐλαχίστους δʼ ἑκκαίδεκα· τρέφει δʼ ἡ μήτηρ ἓξ ἔτη· ζῶσι δʼ ὅσον μακροβιώτατοι ἄνθρωποι οἱ πολλοί, τινὲς δὲ καὶ ἐπὶ διακόσια διατείνουσιν ἔτη· πολύνοσοι δὲ καὶ δυσίατοι. ἄκος δὲ πρὸς ὀφθαλμίαν μὲν βόειον γάλα προσκλυζόμενον, τοῖς πλείστοις δὲ τῶν νοσημάτων ὁ μέλας οἶνος πινόμενος, τραύμασι δὲ ποτὸν μὲν βούτυρον (ἐξάγει γὰρ τὰ σιδήρια), τὰ δʼ ἕλκη σαρξὶν ὑείαις πυριῶσιν. Ὀνησίκριτος δὲ καὶ ἕως τριακοσίων ἐτῶν ζῆν φησι, σπάνιον δὲ καὶ ἕως πεντακοσίων, κρατίστους δʼ εἶναι περὶ τὰ διακόσια ἔτη, κυΐσκεσθαι δὲ δεκαετίαν. μείζους δὲ τῶν Λιβυκῶν καὶ ἐρρωμενεστέρους ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι· ταῖς γοῦν προβοσκίσιν ἐπάλξεις καθαιρεῖν καὶ δένδρα ἀνασπᾶν πρόρριζα διανισταμένους εἰς τοὺς ὀπισθίους πόδας. Νέαρχος δὲ καὶ ποδάγρας ἐν ταῖς θήραις τίθεσθαι κατά τινας συνδρόμους φησί, συνελαύνεσθαι δʼ ὑπὸ τῶν τιθασῶν τοὺς ἀγρίους εἰς ταύτας, κρειττόνων ὄντων καὶ ἡνιοχουμένων. οὕτως δʼ εὐτιθασεύτους εἶναι, ὥστε καὶ λιθάζειν ἐπὶ σκοπὸν μανθάνειν καὶ ὅπλοις χρῆσθαι νεῖν τε κάλλιστα· μέγιστόν τε νομίζεσθαι κτῆμα ἐλεφάντων ἅρμα· ἄγεσθαι δʼ ὑπὸ ζυγὸν * καὶ καμήλους· γυναῖκα δʼ εὐδοκιμεῖν εἰ λάβοι παρὰ ἐραστοῦ δῶρον ἐλέφαντα. οὗτος δʼ ὁ λόγος οὐχ ὁμολογεῖ τῷ φήσαντι μόνων βασιλέων εἶναι κτῆμα ἵππον καὶ ἐλέφαντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi