Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 15

1.65 τὰ γοῦν λεχθέντα εἰς τοῦτʼ ἔφη συντείνειν ὡς εἴη λόγος ἄριστος, ὃς ἡδονὴν καὶ λύπην ψυχῆς ἀφαιρήσεται· καὶ ὅτι λύπη καὶ πόνος διαφέροι· τὸ μὲν γὰρ πολέμιον τὸ δὲ φίλιον αὐτοῖς τά γε σώματα ἀσκοῦσι πρὸς πόνον, ἵνʼ αἱ γνῶμαι ῥωννύοιντο, ἀφʼ ὧν καὶ στάσεις παύοιεν καὶ σύμβουλοι πᾶσιν ἀγαθῶν παρεῖεν καὶ κοινῇ καὶ ἰδίᾳ· καὶ δὴ καὶ Ταξίλῃ νῦν συμβουλεύσειε δέχεσθαι τὸν Ἀλέξανδρον· κρείττω μὲν γὰρ αὐτοῦ δεξάμενον εὖ πείσεσθαι, χείρω δὲ εὖ διαθήσειν. ταῦτʼ εἰπόντα ἐξερέσθαι εἰ καὶ ἐν τοῖς Ἕλλησι λόγοι τοιοῦτοι λέγοιντο, εἰπόντος δʼ ὅτι καὶ Πυθαγόρας τοιαῦτα λέγοι κελεύοι τε ἐμψύχων ἀπέχεσθαι, καὶ Σωκράτης καὶ Διογένης οὗ καὶ αὐτὸς ἀκροάσαιτο, ἀποκρίνασθαι ὅτι τἆλλα μὲν νομίζοι φρονίμως αὐτοῖς δοκεῖν, ἓν δʼ ἁμαρτάνειν νόμον πρὸ τῆς φύσεως τιθεμένους· οὐ γὰρ ἂν αἰσχύνεσθαι γυμνοὺς ὥσπερ αὐτὸν διάγειν ἀπὸ λιτῶν ζῶντας· καὶ γὰρ οἰκίαν ἀρίστην εἶναι ἥτις ἂν ἐπισκευῆς ἐλαχίστης δέηται· ἔφη δʼ αὐτοὺς καὶ τῶν περὶ φύσιν πολλὰ ἐξετάσαι καὶ προσημασιῶν, ὄμβρων αὐχμῶν νόσων· ἀπιόντας δʼ εἰς τὴν πόλιν κατὰ τὰς ἀγορὰς σκεδάννυσθαι· ὅτῳ δʼ ἂν κομίζοντι σῦκα ἢ βότρυς παρατύχωσι, λαμβάνειν δωρεὰν παρέχοντος· εἰ δʼ ἔλαιον εἴη, καταχεῖσθαι αὐτῶν καὶ ἀλείφεσθαι· ἅπασαν δὲ πλουσίαν οἰκίαν ἀνεῖσθαι αὐτοῖς μέχρι γυναικωνίτιδος, εἰσιόντας δὲ δείπνου κοινωνεῖν καὶ λόγων. αἴσχιστον δʼ αὐτοῖς νομίζεσθαι νόσον σωματικήν· τὸν δʼ ὑπονοήσαντα καθʼ αὑτοῦ τοῦτο, ἐξάγειν ἑαυτὸν διὰ πυρὸς νήσαντα πυράν, ὑπαλειψάμενον δὲ καὶ καθίσαντα ἐπὶ τὴν πυρὰν ὑφάψαι κελεύειν, ἀκίνητον δὲ καίεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi