Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 15

2.2 ̔αλιτενὴς δʼ ἐστὶν ἡ τῶν Ἰχθυοφάγων καὶ ἄδενδρος ἡ πλείστη πλὴν φοινίκων καὶ ἀκάνθης τινὸς καὶ μυρίκης· καὶ ὑδάτων δὲ καὶ τροφῆς ἡμέρου σπάνις· τοῖς δʼ ἰχθύσι χρῶνται καὶ αὐτοὶ καὶ θρέμματα καὶ τοῖς ὀμβρίοις ὕδασι καὶ ὀρυκτοῖς· καὶ τὰ κρέα δὲ τῶν θρεμμάτων ἰχθύων προσβάλλει· οἰκήσεις δὲ ποιοῦνται τοῖς ὀστέοις τῶν κητῶν χρώμενοι καὶ κόγχοις ὀστρέων τὸ πλέον, δοκοῖς μὲν ταῖς πλευραῖς καὶ ὑπερείσμασι, θυρώμασι δὲ ταῖς σιαγόσιν· οἱ σπόνδυλοι δʼ αὐτοῖς εἰσιν ὅλμοι, ἐν οἷς πτίττουσι τοὺς ἰχθύας ἐν ἡλίῳ κατοπτήσαντες, εἶτʼ ἀρτοποιοῦνται σίτου μικρὰ καταμίξαντες· καὶ γὰρ μύλοι αὐτοῖς εἰσι, σιδήρου μὴ ὄντος. καὶ τοῦτο μὲν ἧττον θαυμαστόν· καὶ γὰρ ἄλλοθεν ἐνέγκασθαι δυνατόν· ἀλλὰ πῶς ἐπικόπτουσιν ἀποτριβέντα; λίθοις μέντοι φασίν, οἷς καὶ τὰ βέλη καὶ τὰ ἀκοντίσματα πεπυρακτωμένα ἀποξύνουσι. τοὺς δʼ ἰχθύας τοὺς μὲν ἐν κλιβάνοις κατοπτῶσι, τοὺς δὲ πλείστους ὠμοφαγοῦσι· περιβάλλονται δὲκαὶ post δὲ δικτύοις φλοιοῦ φοινικίνου.
2.3 ̔υπέρκειται δὲ τούτων ἡ Γεδρωσία, τῆς μὲν Ἰνδικῆς ἧττον ἔμπυρος τῆς δʼ ἄλλης Ἀσίας μᾶλλον, καὶ τοῖς καρποῖς καὶ τοῖς ὕδασιν ἐνδεὴς πλὴν θέρους, οὐ πολὺ ἀμείνων τῆς τῶν Ἰχθυοφάγων· ἀρωματοφόρος δὲ νάρδου μάλιστα καὶ σμύρνης, ὥστε τὴν Ἀλεξάνδρου στρατιὰν ὁδεύουσαν ἀντὶ ὀρόφου καὶ στρωμάτων τούτοις χρῆσθαι, εὐωδιαζομένην ἅμα καὶ ὑγιεινότερον τὸν ἀέρα ἔχουσαν παρὰ τοῦτο· γενέσθαι δʼ αὐτοῖς θέρους τὴν ἐκ τῆς Ἰνδικῆς ἄφοδον ἐπίτηδες συνέβη· τότε γὰρ ὄμβρους ἔχειν τὴν Γεδρωσίαν καὶ ποὺς ποταμοὺς πληροῦσθαι καὶ τὰ ὑδρεῖα, χειμῶνος δʼ ἐπιλείπειν· πίπτειν δὲ τοὺς ὄμβρους ἐν τοῖς ἄνω μέρεσι τοῖς προσαρκτίοις καὶ ἐγγὺς τῶν ὀρῶν· πληρουμένων δὲ τῶν ποταμῶν καὶ τὰ πεδία τὰ πλησιάζοντα τῇ θαλάττῃ ποτίζεσθαι καὶ ὑδρείων εὐπορεῖν. προέπεμψε δʼ εἰς τὴν ἔρημον μεταλλευτὰς τῶν ὑδρείων ὁ βασιλεὺς καὶ τοὺς ναύσταθμα αὐτῷ καὶ τῷ στόλῳ κατασκευάσοντας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi