Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 15

2.7 ἦν δέ τι ὅμοιον τῇ δάφνῃ φυτόν, οὗ τὸ γευσάμενον τῶν ὑποζυγίων ἀπέθνησκε μετὰ ἐπιληψίας καὶ ἀφροῦ· ἄκανθα δὲ τοὺς καρποὺς ἐπὶ γῆς κεχυμένη, καθάπερ οἱ σίκυοι, πλήρης ἦν ὀποῦ· τούτου δὲ ῥανίδες εἰς ὀφθαλμὸν ἐμπεσοῦσαι πᾶν ἀπετύφλουν ζῷον· οἵ τε ὠμοὶ φοίνικες ἔπνιγον πολλούς. ἦν δὲ κίνδυνος καὶ ἀπὸ τῶν ὄφεων· ἐν γὰρ τοῖς θισὶν ἐπεφύκει βοτάνη, ταύτῃ δʼ ὑποδεδυκότες ἐλάνθανον τοὺς δὲ πληγέντας ἀπέκτεινον. ἐν δὲ τοῖς Ὠρίταις τὰ τοξεύματα χρίεσθαι θανασίμοις φαρμάκοις ἔφασαν, ξύλινα ὄντα καὶ πεπυρακτωμένα· τρωθέντα δὲ Πτολεμαῖον κινδυνεύειν· ἐν ὕπνῳ δὲ παραστάντα τινὰ τῷ Ἀλεξάνδρῳ δεῖξαι ῥίζαν αὐτόπρεμνον, ἣν κελεῦσαι τρίβοντα ἐπιτιθέναι τῷ τρωθέντι· ἐκ δὲ τοῦ ὕπνου γενόμενον, μεμνημένον τῆς ὄψεως εὑρεῖν ζητοῦντα τὴν ῥίζαν πολλὴν πεφυκυῖαν καὶ χρήσασθαι καὶ αὐτὸν καὶ τοὺς ἄλλους· ἰδόντας δὲ τοὺς βαρβάρους εὑρημένον τὸ ἀλέξημα ὑπηκόους γενέσθαι τῷ βασιλεῖ. εἰκὸς δέ τινα μηνῦσαι τῶν εἰδότων, τὸ δὲ μυθῶδες προσετέθη κολακείας χάριν. ἐλθὼν δʼ εἰς τὸ βασίλειον τῶν Γεδρωσίων ἑξηκοσταῖος ἀπὸ Ὠρῶν, διαναπαύσας τὰ πλήθη μικρόν, ἀπῆρεν εἰς τὴν Καρμανίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi