Kitap 15
2.11
περὶ ταῦτα δέ που τὰ μέρη τῆς ὁμόρου τῇ Ἰνδικῇ καὶ τὴν Χααρηνὴν εἶναι συμβαίνει· ἔστι δὲ τῶν ὑπὸ τοῖς Παρθυαίοις αὕτη προσεχεστάτη τῇ Ἰνδικῇ· διέχει δὲ τῆς * Ἀριανῆς διʼ Ἀραχωτῶν καὶ τῆς λεχθείσης ὀρεινῆς σταδίους μυρίους * ἐνακισχιλίους. ταύτην δὲ τὴν χώραν διεξιὼν Κρατερὸς καταστρεφόμενος ἅμα τοὺς ἀπειθοῦντας ᾔει συμμῖξαι τὴν ταχίστην σπεύδων τῷ βασιλεῖ· καὶ δὴ περὶ τοὺς αὐτοὺς χρόνους σχεδόν τι συνέδραμον εἰς τὴν Καρμανίαν αἱ πεζαὶ δυνάμεις ἀμφότεραι· καὶ μικρὸν ὕστερον οἱ περὶ Νέαρχον εἰσέπλεον εἰς τὸν Περσικὸν κόλπον, πολλὰ ταλαιπωρήσαντες διὰ τὴν ἄλην καὶ τὴν ταλαιπωρίαν καὶ τὰ μεγέθη τῶν κητῶν.
2.12
εἰκὸς μὲν οὖν πρὸς ὑπερβολὴν ἠδολεσχηκέναι πολλὰ τοὺς πλεύσαντας, ὅμως δʼ οὖν εἰρήκασι παραδηλοῦντες ἅμα καὶ τὸ παραστὰν αὐτοῖς πάθος, διότι προσδοκία μᾶλλον ἢ κίνδυνος ὑπῆρχε τοῖς ἀληθέσι. τὸ δὲ μάλιστα ταράττον φυσητήρων μεγέθη ῥοῦν ἀπεργαζομένων μέγαν ἀθρόον καὶ ἀχλὺν ἐκ τῶν ἀναφυσημάτων, ὥστε τὰ πρὸ ποδῶν μέρη μὴ ὁρᾶσθαι· ἐπεὶ δʼ οἱ καθηγεμόνες τοῦ πλοῦ, δεδιότων ταῦτα τῶν ἀνθρώπων τὴν δʼ αἰτίαν οὐχ ὁρώντων, ἐμήνυσαν ὅτι θηρία εἴη, τάχα δʼ ἀπαλλάττοιτο σάλπιγγος ἀκούσαντα καὶ κρότου, ἐκ τούτου Νέαρχος ταῖς ναυσὶν ἐπῆγε μὲν τὸ ῥόθιον καθʼ ἅπερ ἐκώλυον, καὶ ἅμα ταῖς σάλπιγξιν ἐφόβει, τὰ δὲ θηρία ἔδυνεν· εἶτʼ ἀνεφαίνετο κατὰ πρύμναν ὥστε ναυμαχίας ἀγωνίαν παρεῖχεν, ἀλλʼ αὐτίκα ἀφίστατο.