Kitap 15
3.1
μετὰ δὲ Καρμανίαν ἡ Περσὶς ἔστι, πολλὴ μὲν ἐν τῇ παραλίᾳ τοῦ ἀπʼ αὐτῆς ὀνομαζομένου κόλπου, πολὺ δὲ μείζων ἐν τῇ μεσογαίᾳ, καὶ μάλιστα ἐπὶ μῆκος τὸ ἀπὸ τοῦ νότου καὶ τῆς Καρμανίας ἐπὶ τὰς ἄρκτους καὶ τὰ περὶ Μηδίαν ἔθνη. τριττὴ δʼ ἐστὶ καὶ τῇ φύσει καὶ τῇ τῶν ἀέρων κράσει. ἡ μὲν γὰρ παραλία καυματηρά τε καὶ ἀμμώδης καὶ σπανιστὴ καρποῖς ἐστι πλὴν φοινίκων, ὅσον ἐν τετρακισχιλίοις καὶ τετρακοσίοις ἢ τριακοσίοις ἐξεταζομένη σταδίοις, καταστρέφουσα εἰς ποταμὸν μέγιστον τῶν ταύτῃ καλούμενον Ὀρόατιν· ἡ δʼ ὑπὲρ ταύτης ἐστὶ πάμφορος καὶ πεδινὴ καὶ θρεμμάτων ἀρίστη τροφός, ποταμοῖς τε καὶ λίμναις πληθύει. τρίτη δʼ ἐστὶν ἡ πρὸς βορρᾶν χειμέριος καὶ ὀρεινή· πρὸς δὲ ταῖς ἐσχατιαῖς εἰσιν οἱ καμηλοβοσκοί. μῆκος μὲν οὖν ἐστι κατʼ Ἐρατοσθένη τὸ ἐπὶ τὰς ἄρκτους καὶ * τὰς Κασπίους πύλας περὶ ὀκτακισχιλίων κατά τινας προπιπτούσας ἄκρας. λοιπὴ δʼ ἐστὶν ἐπὶ Κασπίους πύλας οὐ πλεῖον ἢ τῶν τρισχιλίων. πλάτος δὲ τὸ ἐν τῇ μεσογαίᾳ τὸ ἀπὸ Σούσων εἰς Περσέπολιν στάδιοι τετρακισχίλιοι διακόσιοι, κἀντεῦθεν ἐπὶ τοὺς τῆς Καρμανίας ὅρους ἄλλοι χίλιοι ἑξακόσιοι. φῦλα δὲ οἰκεῖ τὴν χώραν οἵ τε Πατεισχορεῖς λεγόμενοι καὶ οἱ Ἀχαιμενίδαι καὶ οἱ Μάγοι· οὗτοι μὲν οὖν σεμνοῦ τινός εἰσι βίου ζηλωταί, Κύρτιοι δὲ καὶ Μάρδοι λῃστρικοί, ἄλλοι δὲ γεωργικοί.