Kitap 15
3.2
σχεδὸν δέ τι καὶ ἡ Σουσὶς μέρος γεγένηται τῆς Περσίδος μεταξὺ αὐτῆς κειμένη καὶ τῆς Βαβυλωνίας, ἔχουσα πόλιν ἀξιολογωτάτην τὰ Σοῦσα. οἱ γὰρ Πέρσαι κρατήσαντες Μήδων καὶ ὁ Κῦρος, ὁρῶντες τὴν μὲν οἰκείαν γῆν ἐπʼ ἐσχάτοις που ταττομένην, τὴν δὲ Σουσίδα ἐνδοτέρω καὶ πλησιαιτέραν τῇ Βαβυλωνίᾳ καὶ τοῖς ἄλλοις ἔθνεσιν, ἐνταῦθα ἔθεντο τὸ τῆς ἡγεμονίας βασίλειον· ἅμα καὶ τὸ ὅμορον τῆς χώρας ἀποδεξάμενοι καὶ τὸ ἀξίωμα τῆς πόλεως καὶ * κρεῖττον τὸ μηδέποτε καθʼ ἑαυτὴν τὴν Σουσίδα πραγμάτων μεγάλων ἐπήβολον γεγονέναι, ἀλλʼ ἀεὶ ὑφʼ ἑτέροις ὑπάρξαι καὶ ἐν μέρει τετάχθαι συστήματος μείζονος, πλὴν εἰ ἄρα τὸ παλαιὸν τὸ κατὰ τοὺς ἥρωας. λέγεται γὰρ δὴ κτίσμα Τιθωνοῦ τοῦ Μέμνονος πατρός, κύκλον ἔχουσα ἑκατὸν καὶ εἴκοσι σταδίων, παραμήκης τῷ σχήματι· ἡ δʼ ἀκρόπολις ἐκαλεῖτο Μεμνόνιον· λέγονται δὲ καὶ Κίσσιοι οἱ Σούσιοι· φησὶ δὲ καὶ Αἰσχύλος τὴν μητέρα Μέμνονος Κισσίαν. ταφῆναι δὲ λέγεται Μέμνων περὶ Πάλτον τῆς Συρίας παρὰ Βαδᾶν ποταμόν, ὡς εἴρηκε Σιμωνίδης ἐν Μέμνονι διθυράμβῳ τῶν Δηλιακῶν. τὸ δὲ τεῖχος ᾠκοδόμητο τῆς πόλεως καὶ ἱερὰ καὶ βασίλεια παραπλησίως ὥσπερ τὰ τῶν Βαβυλωνίων ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου, καθάπερ εἰρήκασί τινες· Πολύκλειτος δὲ διακοσίων φησὶ τὸν κύκλον καὶ ἀτείχιστον.
3.3
κοσμήσαντες δὲ τὰ ἐν Σούσοις βασίλεια μάλιστα τῶν ἄλλων οὐδὲν ἧττον καὶ τὰ ἐν Περσεπόλει καὶ τὰ ἐν Πασαργάδαις ἐξετίμησαν· καὶ ἥ γε γάζα καὶ οἱ θησαυροὶ καὶ τὰ μνήματα ἐνταῦθα ἦν τοῖς Πέρσαις, ὡς ἐν τόποις ἐρυμνοτέροις καὶ ἅμα προγονικοῖς. ἦν δὲ καὶ ἄλλα βασίλεια τὰ ἐν Γάβαις ἐν τοῖς ἀνωτέρω που μέρεσι τῆς Περσίδος καὶ τὰ ἐν τῇ παραλίᾳ τὰ κατὰ τὴν Ταόκην λεγομένην· ταῦτα μὲν τὰ κατὰ τὴν τῶν Περσῶν ἀρχήν, οἱ δʼ ὕστερον ἄλλοις καὶ ἄλλοις ἐχρήσαντο, ὡς εἰκός, εὐτελεστέροις τισίν, ἅτε καὶ τῆς Περσίδος ἠλαττωμένης ὑπό τε τῶν Μακεδόνων καὶ ἔτι μᾶλλον ὑπὸ τῶν Παρθυαίων. καὶ γὰρ εἰ βασιλεύονται μέχρι νῦν ἴδιον βασιλέα ἔχοντες οἱ Πέρσαι, τῇ γε δυνάμει πλεῖστον ἀπολείπονται καὶ τῷ Παρθυαίων προσέχουσι βασιλεῖ.