Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 15

1.15 τοιαῦται μὲν αἱ τοῦ Ἐρατοσθένους ἀποφάσεις. προστεθεῖσαι δὲ καὶ αἱ τῶν ἄλλων, εἴ πού τι προσακριβοῦσιν, εἰδοποιήσουσι τὴν γραφήν. οἷον περὶ τῆς Ταπροβάνης Ὀνησίκριτός φησι μέγεθος μὲν εἶναι πεντακισχιλίων σταδίων, οὐ διορίσας μῆκος οὐδὲ πλάτος, διέχειν δὲ τῆς ἠπείρου πλοῦν ἡμερῶν εἴκοσιν· ἀλλὰ κακοπλοεῖν τὰς ναῦς, φαύλως μὲν ἱστιοπεποιημένας κατεσκευασμένας δὲ ἀμφοτέρωθεν πρῴραις ἐγκοιλίων μητρῶν χωρίς. εἶναι δὲ καὶ ἄλλας νήσους αὐτῆς μεταξὺ καὶ τῆς Ἰνδικῆς, νοτιωτάτην δʼ ἐκείνην. κήτη δʼ ἀμφίβια περὶ αὐτὴν γίνεσθαι, τὰ μὲν βουσὶ τὰ δʼ ἵπποις τὰ δʼ ἄλλοις χερσαίοις ἐοικότα.
1.16 Νέαρχος δὲ περὶ τῆς ἐκ τῶν ποταμῶν ἐπιχοῆς παραδείγματα φέρει τὰ τοιαῦτα, ὅτι καὶ τὸ Ἕρμου καὶ Καΰστρου πεδίον καὶ Μαιάνδρου καὶ Καΐκου παραπλησίως εἴρηται διὰ τὸ τὴν ἐπιφορουμένην τοῖς πεδίοις χοῦν αὔξειν αὐτά, μᾶλλον δὲ γεννᾶν, ἐκ τῶν ὀρῶν καταφερομένην, ὅση εὔγεως καὶ μαλακή· καταφέρειν δὲ τοὺς ποταμούς, ὥστε τούτων ὡς ἂν γεννήματα ὑπάρχειν τὰ πεδία· καὶ εὖ λέγεσθαι ὅτι τούτων ἐστι τὰ πεδία. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ὑπὸ τοῦ Ἡροδότου λεχθέντι ἐπὶ τοῦ Νείλου καὶ τῆς ἐπʼ αὐτῷ γῆς ὅτι ἐκείνου δῶρόν ἐστι· διὰ τοῦτο δʼ ὀρθῶς καὶ ὁμώνυμον τῇ Αἰγύπτῳ φησὶ λεχθῆναι τὸν Νεῖλον ὁ Νέαρχος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi