Kitap 16
1.13
πολύκλειτος δέ φησι μὴ πλημμυρεῖν τὸν Εὐφράτην· διὰ γὰρ πεδίων φέρεσθαι μεγάλων, τὰ δʼ ὄρη τὰ μὲν δισχιλίους ἀφεστάναι σταδίους τὰ δὲ Κοσσαῖα μόλις χιλίους, οὐ πάνυ ὑψηλὰ οὐδὲ νιφόμενα σφοδρῶς οὐδʼ ἀθρόαν ἐπιφέροντα τῇ χιόνι τὴν τῆξιν· εἶναι γὰρ καὶ τὰ ὕψη τῶν ὀρῶν ἐν τοῖς ὑπὲρ Ἐκβατάνων μέρεσι τοῖς προσβορείοις· ἐν δὲ τοῖς πρὸς νότον σχιζόμενα καὶ πλατυνόμενα πολὺ ταπεινοῦσθαι, ἅμα δὲ καὶ τὸ πολὺ τοῦ ὕδατος ἐκδέχεσθαι τὸν Τίγριν καὶ οὕτως πλημμυρεῖν. τὸ μὲν οὖν ὕστατον ῥηθὲν φανερῶς ἄτοπον· εἰς γὰρ τὰ αὐτὰ κατέρχεται πεδία· τὰ δὲ λεχθέντα ὕψη τῶν ὀρῶν ἀνωμαλίαν ἔχει, πῆ μὲν ἐξηρμένα μᾶλλον τὰ βόρεια, πῆ δὲ πλατυνόμενα τὰ μεσημβρινά· ἡ δὲ χιὼν οὐ τοῖς ὕψεσι κρίνεται μόνον ἀλλὰ καὶ τοῖς κλίμασι· τό τε αὐτὸ ὄρος τὰ βόρεια μέρη νίφεται μᾶλλον ἢ τὰ νότια, καὶ τὴν χιόνα συμμένουσαν ἔχει μᾶλλον ἐκεῖνα ἢ ταῦτα. ὁ μὲν οὖν Τίγρις ἐκ τῶν νοτιωτάτων μερῶν τῆς Ἀρμενίας, ἃ πλησίον ἐστὶ τῆς Βαβυλωνίας, δεχόμενος τὸ ἐκ τῶν χιόνων ὕδωρ οὐ πολὺ ὄν, ἅτε ἐκ τῆς νοτίου πλευρᾶς, ἧττον ἂν πλημμύροι· ὁ δὲ Εὐφράτης τὸ ἐξ ἀμφοτέρων δέχεται τῶν μερῶν, καὶ οὐκ ἐξ ἑνὸς ὄρους ἀλλὰ πολλῶν, ὡς ἐδηλοῦμεν ἐν τῇ περιηγήσει τῆς Ἀρμενίας, προστιθεὶς τὸ μῆκος τοῦ ποταμοῦ, ὅσον μὲν τὸ ἐν τῇ μεγάλῃ Ἀρμενίᾳ διέξεισι καὶ τῇ μικρᾷ, ὅσον δὲ τὸ ἐκ τῆς μικρᾶς Ἀρμενίας καὶ τῆς Καππαδοκίας διὰ τοῦ Ταύρου διεκβαλὼν ἕως Θαψάκου φέρεται, τὴν κάτω Συρίαν καὶ τὴν Μεσοποταμίαν ἀφορίζων, ὅσον δὲ τὸ λοιπὸν μέχρι Βαβυλῶνος καὶ τῆς ἐκβολῆς ὁμοῦ τρισμυρίων καὶ ἑξακισχιλίων σταδίων. τὰ μὲν οὖν περὶ τὰς διώρυγας τοιαῦτα.
1.14
̔η δὲ χώρα φέρει κριθὰς μὲν ὅσας οὐκ ἄλλη (καὶ γὰρ τριακοσιοντάχουν λέγουσι), τὰ δὲ ἄλλα ἐκ τοῦ φοίνικος παρέχεται· καὶ γὰρ ἄρτον καὶ οἶνον καὶ ὄξος καὶ μέλι καὶ ἄλφιτα· τά τε πλεκτὰ παντοῖα ἐκ τούτου· τοῖς δὲ πυρῆσιν ἀντʼ ἀνθράκων οἱ χαλκεῖς χρῶνται, βρεχόμενοι δὲ τοῖς σιτιζομένοις εἰσὶ τροφὴ βουσὶ καὶ προβάτοις. φασὶ δʼ εἶναι καὶ Περσικὴν ᾠδήν, ἐν ᾗ τὰς ὠφελείας τριακοσίας καὶ ἑξήκοντα διαριθμοῦνται· ἐλαίῳ δὲ χρῶνται τῷ σησαμίνῳ τὸ πλέον· οἱ δʼ ἄλλοι τόποι σπανίζονται τούτου τοῦ φυτοῦ.