Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 17

1.14 Ἀπὸ μὲν οὖν Καταβαθμοῦ εἰς Παραιτόνιον εὐθυπλοοῦντι σταδίων ἐστὶν ἐνακοσίων ὁ δρόμος· πόλις δʼ ἐστὶ καὶ λιμὴν μέγας τετταράκοντά που σταδίων· καλοῦσι δʼ οἱ μὲν Παραιτόνιον τὴν πόλιν οἱ δʼ Ἀμμωνίαν. μεταξὺ δὲ ἥ τε Αἰγυπτίων κώμη καὶ ἡ Αἰνησίσφυρα ἄκρα, καὶ Τυνδάρειοι σκόπελοι, νησίδια τέτταρα ἔχοντα λιμένα· εἶθʼ ἑξῆς ἄκρα Δρέπανον καὶ νῆσος Αἰνησίππεια ἔχουσα λιμένα καὶ κώμη Ἆπις, ἀφʼ ἧς εἰς μὲν Παραιτόνιον στάδιοι ἑκατὸν εἰς δὲ Ἄμμωνος ὁδὸς ἡμερῶν πέντε· ἀπὸ δὲ τοῦ Παραιτονίου εἰς Ἀλεξάνδρειαν χίλιοί που καὶ τριακόσιοι στάδιοι. μεταξὺ δὲ πρῶτον μὲν ἄκρα λευκόγειος, Λευκὴ ἀκτὴ καλουμένη· ἔπειτα Φοινικοῦς λιμὴν καὶ Πνιγεὺς κώμη· εἶτα νῆσος Σιδωνία λιμένα ἔχουσα· εἶτʼ Ἀντίφραι μικρὸν ἀπωτέρω τῆς θαλάττης· ἅπασα μὲν ἡ χώρα αὕτη οὐκ εὔοινος, πλείω δεχομένου τοῦ κεράμου θάλατταν ἢ οἶνον ὃν δὴ καλοῦσι Λιβυκόν, ᾧ δὴ καὶ τῷ ζύθῳ τὸ πολὺ φῦλον χρῆται τῶν Ἀλεξανδρέων· σκώπτονται δὲ μάλιστα αἱ Ἀντίφραι. εἶθʼ ὁ Δέρρις λιμὴν καλούμενος οὕτως διὰ τὴν πλησίον πέτραν μέλαιναν δέρρει ἐοικυῖαν· ὀνομάζουσι δὲ καὶ Ζεφύριον τὸν πλησίον τόπον· εἶτʼ ἄλλος λιμὴν Λεύκασπις καὶ ἄλλοι πλείους· εἶτα Κυνὸς σῆμα· εἶτα Ταπόσειρις οὐκ ἐπὶ θαλάττῃ, πανήγυριν δεχομένη μεγάλην· καὶ ἄλλη δʼ ἐστὶ Ταπόσειρις ἐπέκεινα τῆς πόλεως ἱκανῶς· αὐτῆς δὲ πλησίον πετρῶδες ἐπὶ τῇ θαλάττῃ χωρίον καὶ αὐτὸ δεχόμενον πολλοὺς τοὺς κωμάζοντας ἅπασαν ὥραν ἔτους· εἶθʼ ἡ Πλινθίνη καὶ Νικίου κώμη καὶ Χερρόνησος φρούριον, πλησίον ἤδη τῆς Ἀλεξανδρείας καὶ τῆς Νεκροπόλεως ἐν ἑβδομήκοντα σταδίοις. ἡ δὲ Μάρεια λίμνη παρατείνουσα μέχρι καὶ δεῦρο πλάτος μὲν ἔχει πλειόνων ἢ πεντήκοντα καὶ ἑκατὸν σταδίων, μῆκος δʼ ἐλαττόνων ἢ τριακοσίων. ἔχει δʼ ὀκτὼ νήσους καὶ τὰ κύκλῳ πάντʼ οἰκούμενα καλῶς· εὐοινία τέ ἐστι περὶ τοὺς τόπους ὥστε καὶ διαχεῖσθαι πρὸς παλαίωσιν τὸν Μαρεώτην οἶνον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi