Kitap 17
3.21
ἔστι δὲ Θηραίων κτίσμα, Λακωνικῆς νήσου, ἣν καὶ Καλλίστην ὠνόμαζον τὸ παλαιόν, ὥς φησι καὶ Καλλίμαχος καλλίστη τὸ πάροιθε, τὸ δʼ ὕστερον οὔνομα Θήρη, μήτηρ εὐίππου πατρίδος ἡμετέρης. κεῖται δὲ τὸ τῶν Κυρηναίων ἐπίνειον κατὰ τὸ ἑσπέριον τῆς Κρήτης ἄκρον, τὸ τοῦ Κριοῦ μέτωπον, ἐν διάρματι διςχιλίων σταδίων· ὁ δὲ πλοῦς λευκονότῳ. λέγεται δὲ ἡ Κυρήνη κτίσμα Βάττου· πρόγονον δὲ τοῦτον ἑαυτοῦ φάσκει Καλλίμαχος· ηὐξήθη δὲ διὰ τὴν ἀρετὴν τῆς χώρας· καὶ γὰρ ἱπποτρόφος ἐστὶν ἀρίστη καὶ καλλίκαρπος, καὶ πολλοὺς ἄνδρας ἀξιολόγους ἔσχε καὶ δυναμένους ἐλευθερίας ἀξιολόγως προΐστασθαι καὶ πρὸς τοὺς ὑπερκειμένους βαρβάρους ἰσχυρῶς ἀντέχειν. τὸ μὲν οὖν παλαιὸν αὐτόνομος ἦν ἡ πόλις· εἶτα οἱ τὴν Αἴγυπτον κατασχόντες Μακεδόνες αὐξηθέντες ἐπέθεντο αὐτοῖς, ἀρξάντων τῶν περὶ Θίβρωνα τῶν ἀνελόντων τὸν Ἅρπαλον. βασιλευθέντες δὲ χρόνους τινὰς εἰς τὴν Ῥωμαίων ἐξουσίαν ἦλθον, καὶ νῦν ἐστιν ἐπαρχία τῇ Κρήτῃ συνεζευγμένη· τῆς δὲ Κυρήνης ἐστὶ περιπόλια ἥ τε Ἀπολλωνία καὶ ἡ Βάρκη καὶ ἡ Ταύχειρα καὶ Βερενίκη καὶ τὰ ἄλλα πολίχνια τὰ πλησίον.
3.22
ὁμορεῖ δὲ τῇ Κυρηναίᾳ ἡ τὸ σίλφιον φέρουσα καὶ τὸν ὀπὸν τὸν Κυρηναῖον, ὃν ἐκφέρει τὸ σίλφιον ὀπισθέν· ἐγγὺς δʼ ἦλθε τοῦ ἐκλιπεῖν ἐπελθόντων τῶν βαρβάρων κατὰ ἔχθραν τινὰ καὶ φθειράντων τὰς ῥίζας τοῦ φυτοῦ· εἰσὶ δὲ νομάδες.