Kitap 17
3.23
τὴν δʼ ὑπερκειμένην ἐν βάθει χώραν τῆς σύρτεως καὶ τῆς Κυρηναίας κατέχουσιν οἱ Λίβυες, παράλυπρον καὶ αὐχμηράν· πρῶτοι μὲν οἱ Νασαμῶνες, ἔπειτα Ψύλλοι καί τινες Γαίτουλοι, ἔπειτα Γαράμαντες· πρὸς ἕω δʼ ἔτι μᾶλλον οἱ Μαρμαρίδαι, προσχωροῦντες ἐπὶ πλέον τῇ Κυρηναίᾳ καὶ παρατείνοντες μέχρι Ἄμμωνος. τεταρταίους μὲν οὖν φασιν ἀπὸ τοῦ μυχοῦ τῆς μεγάλης σύρτεως τοῦ κατʼ Αὐτόμαλά πως βαδίζοντας ὡς ἐπὶ χειμερινὰς ἀνατολὰς εἰς Αὔγιλα ἀφικνεῖσθαι. ἔστι δὲ ὁ τόπος οὗτος ἐμφερὴς τῷ Ἄμμωνι, φοινικοτρόφος τε καὶ εὔυδρος, ὑπέρκειται δὲ τῆς Κυρηναίαςτῆς ante πρὸς πρὸς μεσημβρίαν· μέχρι μὲν σταδίων ἑκατὸν καὶ δενδροφόρος ἐστὶν ἡ γῆ, μέχρι δʼ ἄλλων ἑκατὸν σπείρεται μόνον, οὐκ ὀρυζοτροφεῖ δʼ ἡ γῆ διὰ τὸν αὐχμόν. ὑπὲρ δὲ τούτων ἡ τὸ σίλφιον φέρουσά ἐστιν· εἶθʼ ἡ ἀοίκητος καὶ ἡ τῶν Γαραμάντων· ἔστι δʼ ἡ τὸ σίλφιον φέρουσα στενὴ καὶ παραμήκης καὶ παράξηρος, μῆκος μὲν ὡς ἐπὶ τὰς ἀνατολὰς ἰόντι ὅσον σταδίων χιλίων, πλάτος δὲ τριακοσίων ἢ μικρῷ πλειόνων τό γε γνώριμον. εἰκάζειν μὲν γὰρ ἅπασαν πάρεστι διηνεκῶς τὴν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένην τοιαύτην εἶναι κατά τε τοὺς ἀέρας καὶ τὴν τοῦ φυτοῦ φοράν· ἐπεὶ δʼ ἐμπίπτουσιν ἐρημίαι πλείους, οὐ τοὺς πάντας τόπους ἴσμεν· παραπλησίως δʼ ἀγνοεῖται καὶ τὰ ὑπὲρ τοῦ Ἄμμωνος καὶ τῶν αὐάσεων μέχρι τῆς Αἰθιοπίας. οὐδʼ ἂν ἔχοιμεν λέγειν τοὺς ὅρους οὔτε τῆς Αἰθιοπίας οὔτε τῆς Λιβύης, ἀλλʼ οὐδὲ τῆς πρὸς Αἰγύπτῳ τρανῶς, μή τί γε τῆς πρὸς τῷ ὠκεανῷ.