Kitap 2
4.5
τό τε μῆκος τῆς Εὐρώπης ὅτι ἔλαττόν ἐστι τοῦ συνάμφω τῆς τε Λιβύης καὶ τῆς Ἀσίας ἐκθείς, οὐκ ὀρθῶς τὴν σύγκρισιν ποιεῖται· τὸ μὲν γὰρ στόμα τὸ κατὰ στήλας φησὶν ὅτι κατὰ τὴν ἰσημερινὴν δύσιν ἐστίν, ὁ δὲ Τάναϊς ῥεῖ ἀπὸ θερινῆς ἀνατολῆς· ἐλαττοῦται δὴ τοῦ συνάμφω μήκους τῷ μεταξὺ τῆς θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς· τοῦτο γὰρ ἡ Ἀσία προλαμβάνει πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν τοῦ πρὸς τὰς ἄρκτους ἡμικυκλίου. χωρὶς γὰρ τοῦ περισκελοῦς ἐν πράγμασιν εὐαποδότοις καὶ ψεῦδός ἐστι τὸ ἀπὸ θερινῆς ἀνατολῆς τὸν Τάναϊν ῥεῖν· ἅπαντες γὰρ οἱ ἔμπειροι τῶν τόπων ἀπὸ τῶν ἄρκτων ῥεῖν φασιν εἰς τὴν Μαιῶτιν, ὥστε τὰ στόματα τοῦ ποταμοῦ καὶ τὸ τῆς Μαιώτιδος καὶ αὐτὸν τὸν ποταμόν, ἐφʼ ὅσον γνώριμός ἐστιν, ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κεῖσθαι.
4.6
οὐκ ἄξιοι δὲ λόγου τινὲς οἱ μὲν εἶπον ἀπὸ τῶν κατὰ τὸν Ἴστρον τόπων αὐτὸν τὰς ἀρχὰς ἔχειν καὶ ἀπὸ τῆς ἑσπέρας, οὐκ ἐνθυμηθέντες ὡς μεταξὺ ὁ Τύρας καὶ Βορυσθένης καὶ Ὕπανις μεγάλοι ποταμοὶ ῥέουσιν εἰς τὸν Πόντον, ὁ μὲν τῷ Ἴστρῳ παράλληλος οἱ δὲ τῷ Τανάιδι· οὔτε δὲ τοῦ Τύρα τῶν πηγῶν κατωπτευμένων οὔτε τοῦ Βορυσθένους οὔτε τοῦ Ὑπάνιος, πολὺ ἂν εἴη ἀγνωστότερα τὰ ἐκείνων ἀρκτικώτερα· ὥσθʼ ὁ διʼ ἐκείνων ἄγων ἐπὶ τὴν Μαιῶτιν τὸν Τάναϊν, εἶτʼ ἐπιστρέφων ἐπʼ αὐτήν (αἱ γὰρ ἐκβολαὶ φανερῶς ἐν τοῖς προσαρκτίοις μέρεσι τῆς λίμνης δείκνυνται καὶ τούτοις τοῖς ἑωθινωτάτοις), πλαστὸς ἄν τις εἴη καὶ ἀπέραντος λόγος. ὡς δʼ αὕτως ἀπέραντος καὶ ὁ διὰ τοῦ Καυκάσου πρὸς ἄρκτον φήσας ῥεῖν, εἶτʼ ἐπιστρέφειν εἰς τὴν Μαιῶτιν· εἴρηται γὰρ καὶ τοῦτο. ἀπὸ μέντοι τῆς ἀνατολῆς οὐδεὶς εἴρηκε τὴν ῥύσιν· καὶ γὰρ εἰ ἔρρει οὕτως, οὐκ ἂν ὑπεναντίως τῷ Νείλῳ καὶ τρόπον τινὰ κατὰ διάμετρον ῥεῖν αὐτὸν ἀπεφαίνοντο οἱ χαριέστεροι, ὡς ἂν ἐπὶ ταὐτοῦ μεσημβρινοῦ ἢ παρακειμένου τινὸς τῆς ῥύσεως οὔσης ἑκατέρῳ ποταμῷ.