Kitap 2
5.22
κατὰ δὲ ταύτην ἐστὶ τὸ ἑπταστάδιον τὸ κατὰ Σηστὸν καὶ Ἄβυδον, διʼ οὗ τὸ Αἰγαῖον καὶ ὁ Ἑλλήσποντος ἐκδίδωσι πρὸς ἄρκτον εἰς ἄλλο πέλαγος, ὃ καλοῦσι Προποντίδα, κἀκεῖνο εἰς ἄλλο τὸν Εὔξεινον προσαγορευόμενον πόντον. ἔστι δὲ διθάλαττος τρόπον τινὰ οὗτος· κατὰ μέσον γάρ πως ἄκραι δύο προπίπτουσιν, ἡ μὲν ἐκ τῆς Εὐρώπης καὶ τῶν βορείων μερῶν ἡ δʼ ἐκ τῆς Ἀσίας ἐναντία ταύτῃ, συνάγουσαι τὸν μεταξὺ πόρον καὶ ποιοῦσαι δύο πελάγη μεγάλα· τὸ μὲν οὖν τῆς Εὐρώπης ἀκρωτήριον καλεῖται Κριοῦ μέτωπον τὸ δὲ τῆς Ἀσίας Κάραμβις, διέχοντα ἀλλήλων περὶ χιλίους σταδίους καὶ πεντακοσίους. τὸ μὲν οὖν πρὸς ἑσπέραν πέλαγος μῆκός ἐστιν ἀπὸ Βυζαντίου μέχρι τῶν ἐκβολῶν τοῦ Βορυσθένους σταδίων τρισχιλίων ὀκτακοσίων, πλάτος δὲ δισχιλίων· ἐν τούτῳ δʼ ἡ Λευκὴ νῆσός ἐστι· τὸ δʼ ἑῷόν ἐστι παράμηκες εἰς στενὸν τελευτῶν μυχὸν τὸν κατὰ Διοσκουριάδα ἐπὶ πεντακισχιλίους ἢ μικρῷ πλείους σταδίους, τὸ δὲ πλάτος περὶ τρισχιλίους· ἡ δὲ περίμετρος τοῦ σύμπαντος πελάγους ἐστὶ δισμυρίων που καὶ πεντακισχιλίων σταδίων. εἰκάζουσι δέ τινες τὸ σχῆμα τῆς περιμέτρου ταύτης ἐντεταμένῳ Σκυθικῷ τόξῳ, τὴν μὲν νευρὰν ἐξομοιοῦντες τοῖς δεξιοῖς καλουμένοις μέρεσι τοῦ Πόντου (ταῦτα δʼ ἐστὶν ὁ παράπλους ὁ ἀπὸ τοῦ στόματος μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Διοσκουριάδα· πλὴν γὰρ τῆς Καράμβιος ἥ γε ἄλλη πᾶσα ᾐὼν μικρὰς ἔχει εἰσοχάς τε καὶ ἐξοχὰς ὥστʼ εὐθείᾳ ἐοικέναι), τὴν δὲ λοιπὴν τῷ κέρατι τοῦ τόξου διττὴν ἔχοντι τὴν ἐπιστροφήν, τὴν μὲν ἄνω περιφερεστέραν τὴν δὲ κάτω εὐθυτέραν· οὕτω δὲ κἀκείνην ἀπεργάζεσθαι δύο κόλπους, ὧν ὁ ἑσπέριος πολὺ θατέρου περιφερέστερός ἐστιν.