Kitap 3
2.7
τοιαύτης δὲ τῆς μεσογαίας οὔσης τῆς ἐν τῇ Τουρδητανίᾳ, καὶ τὴν παράλιον ἐνάμιλλον εὕροι τις ἂν τοῖς ἐκ θαλάττης ἀγαθοῖς· τά τε γὰρ ὀστρεώδη πάντα καὶ κογχοειδῆ καὶ τοῖς πλήθεσιν ὑπερβάλλει καὶ τοῖς μεγέθεσι καθόλου κατὰ τὴν ἔξω θάλατταν πᾶσαν, ἐνταῦθα δὲ διαφερόντως, ἅτε καὶ τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων ἐνταῦθα αὐξομένων, ἃς εἰκὸς αἰτίας εἶναι καὶ τοῦ πλήθους καὶ τοῦ μεγέθους διὰ τὴν γυμνασίαν. ὡς δʼ αὕτως ἔχει καὶ περὶ τῶν κητέων ἁπάντων, ὀρύγων τε καὶ φαλαινῶν καὶ φυσητήρων, ὧν ἀναφυσησάντων φαίνεταί τις νεφώδους ὄψις κίονος τοῖς πόρρωθεν ἀφορῶσι· καὶ οἱ γόγγροι δὲ ἀποθηριοῦνται πολὺ τῶν παρʼ ἡμῖν ὑπερβεβλημένοι κατὰ τὸ μέγεθος, καὶ αἱ σμύραιναι καὶ ἄλλα πλείω τῶν τοιούτων ὄψων. ἐν δὲ Καρτηίᾳ κήρυκας δεκακοτύλους καὶ πορφύρας φασίν· ἐν δὲ τοῖς ἐξωτέροις τόποις καὶ μείζους ὀγδοήκοντα μνῶν τὴν σμύραιναν καὶ τὸν γόγγρον, ταλαντιαῖον δὲ τὸν πολύποδα, διπήχεις δὲ τὰς τευθίδας καὶ τὰ παραπλήσια. πολὺς δὲ καὶ ὁ θύννος συνελαύνεται δεῦρο ἀπὸ τῆς ἄλλης τῆς ἔξωθεν παραλίας πίων καὶ παχύς. τρέφεται δὲ βαλάνῳ δρυΐνῃ φυομένῃ κατὰ τῆς θαλάττης χαμαιζήλῳ τινὶ παντάπασιν, ἁδρότατον δʼ ἐκφερούσῃ καρπόν· ἥπερ καὶ ἐν τῇ γῇ φύεται πολλὴ κατὰ τὴν Ἰβηρίαν, ῥίζας μὲν ἔχουσα μεγάλας ὡς ἂν τελείας δρυός, ἐξαιρομένη δὲ θάμνου ταπεινῆς ἧττον· τοσοῦτον δʼ ἐκφέρει καρπὸν ὥστε μετὰ τὴν ἀκμὴν πλήρη τὴν παραλίαν βαλάνου εἶναι τήν τε ἐντὸς καὶ τὴν ἐκτὸς στηλῶν, ἣν ἐκβάλλουσιν αἱ πλῆμαι· ἡ δʼ ἐντὸς στηλῶν ἐλάττων ἀεὶ καὶ μᾶλλον εὑρίσκεται. λέγει δʼ ὁ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκπίπτειν τὴν βάλανον ταύτην, εἰ μὴ ἄρα (φησί) καὶ ἡ Σαρδὼ φέρει καὶ ἡ πλησιόχωρος ταύτῃ. καὶ οἱ θύννοι δʼ ὅσῳ πλέον συνεγγίζουσι ταῖς στήλαις ἔξωθεν φερόμενοι, τοσῷδʼ ἰσχναίνονται πλέον τῆς τροφῆς ἐπιλειπούσης· εἶναί τε παρὰ θαλάττιον ὗν τὸ ζῷον τοῦτο· ἥδεσθαι γὰρ τῇ βαλάνῳ καὶ πιαίνεσθαι διαφερόντως ὑπʼ αὐτῆς, φορᾶς τε τῆς βαλάνου γενομένης φορὰν καὶ τῶν θύννων εἶναι.