Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 3

2.2 μετὰ δὲ ταύτας Ἰτάλικα καὶ Ἴλιπα ἐπὶ τῷ Βαίτι, Ἄστιγις δʼ ἀπωτέρω καὶ Κάρμων καὶ Ὀβούλκων, ἔτι δὲ ἐν αἷς οἱ Πομπηίου παῖδες κατεπολεμήθησαν, Μοῦνδα καὶ Ἀτέγουα καὶ Οὔρσων καὶ Τοῦκκις καὶ Οὐλία καὶ Αἴγουα· ἅπασαι δʼ αὗται Κορδύβης οὐκ ἄπωθεν. τρόπον δέ τινα μητρόπολις κατέστη τοῦ τόπου τούτου Μοῦνδα· διέχει δὲ Καρτηίας ἡ Μοῦνδα σταδίους * χιλίους καὶ τετρακοσίους, εἰς ἣν ἔφυγεν ἡττηθεὶς ὁ Γναῖος, εἶτʼ ἐκπλεύσας ἔνθεν καὶ ἐκβὰς εἴς τινα ὑπερκειμένην θαλάττης ὀρεινὴν διεφθάρη. ὁ δʼ ἀδελφὸς αὐτοῦ Σέξτος ἐκ Κορδύβης σωθεὶς καὶ μικρὸν ἐν τοῖς Ἴβηρσι πολεμήσας χρόνον ὕστερον Σικελίαν ἀπέστησεν, εἶτʼ ἐκπεσὼν ἐνθένδε εἰς τὴν Ἀσίαν ἁλοὺς ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν ἐν Μιδαείῳ κατέστρεψε τὸν βίον. ἐν δὲ τοῖς Κελτικοῖς Κονίστοργίς ἐστι γνωριμωτάτη· ἐπὶ δὲ ταῖς ἀναχύσεσιν ἡ Ἄστα, εἰς ἣν οἱ Γαδιτανοὶ συνίασι μάλιστα, ὑπερκειμένην τοῦ ἐπινείου τῆς νήσου σταδίους οὐ πολὺ πλείους τῶν ἑκατόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi