Kitap 4
6.5
μετὰ δὲ Ὀυοκοντίους Ἰκόνιοι καὶ Τρικόριοι καὶ μετʼ αὐτοὺς Μέδουλλοι, οἵπερ τὰς ὑψηλοτάτας ἔχουσι κορυφάς· τὸ γοῦν ὀρθιώτατον αὐτῶν ὕψος σταδίων ἑκατὸν ἔχειν φασὶ τὴν ἀνάβασιν, κἀνθένδε πάλιν τὴν ἐπὶ τοὺς ὅρους τοὺς τῆς Ἰταλίας κατάβασιν. ἄνω δʼ ἔν τισι κοίλοις χωρίοις λίμνη τε συνίσταται μεγάλη καὶ πηγαὶ δύο οὐ πολὺ ἄπωθεν ἀλλήλων, ὧν ἐκ μὲν τῆς ἑτέρας εἶσιν ὁ Δρουεντίας ποταμὸς χαραδρώδης, ὃς ἐπὶ τὸν Ῥοδανὸν καταράττει, καὶ ὁ Δουρίας εἰς τἀναντία· τῷ γὰρ Πάδῳ συμμίσγει κατενεχθεὶς διὰ Σαλασσῶν εἰς τὴν ἐντὸς τῶν Ἄλπεων Κελτικήν· ἐκ δὲ τῆς ἑτέρας πολὺ ταπεινότερος τούτων τῶν χωρίων ἀναδίδωσιν αὐτὸς ὁ Πάδος πολύς τε καὶ ὀξύς, προϊὼν δὲ γίνεται μείζων καὶ πραότερος· ἐκ πολλῶν γὰρ λαμβάνει τὴν αὔξησιν ἐν τοῖς πεδίοις ἤδη γενόμενος καὶ πλατύνεται· τῇ οὖν διαχύσει περισπᾷ καὶ ἀμβλύνει τὸν ῥοῦν· εἰς δὲ τὴν Ἀδριατικὴν θάλατταν ἐκπίπτει μέγιστος γενόμενος τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν πλὴν τοῦ Ἴστρου. ὑπέρκεινται δʼ οἱ Μέδουλλοι μάλιστα τῆς συμβολῆς τοῦ Ἴσαρος πρὸς τὸν Ῥοδανόν.