Kitap 5
3.9
τῶν δʼ ἄλλων τῆς Λατίνης πόλεων τὰς μὲν ἑτέροις γνωρίσμασι τὰς δὲ ὁδοῖς ἀφορίσαιτʼ ἄν τις ταῖς γνωριμωτάταις, ὅσαι διὰ τῆς Λατίνης ἔστρωνται· ἢ γὰρ ἐπὶ ταύταις ἢ παρὰ ταύταις ἢ μεταξὺ ἵδρυνται. γνωριμώταται δὲ τῶν ὁδῶν ἥ τε Ἀππία καὶ ἡ Λατίνη καὶ ἡ Ὀυαλερία, ἡ μὲν τὰ πρὸς θάλατταν ἀφορίζουσα μέρη τῆς Λατίνης μέχρι Σινοέσσης, ἡ δὲ τὰ πρὸς τῇ Σαβίνῃ μέχρι Μαρσῶν, μέση δʼ αὐτῶν ἡ Λατίνη ἡ συμπίπτουσα τῇ Ἀππίᾳ κατὰ Κασιλῖνον, πόλιν διέχουσαν Καπύης ἐννεακαίδεκα σταδίους. ἄρχεται δὲ ἀπὸ τῆς Ἀππίας, ἐν ἀριστερᾷ ἀπʼ αὐτῆς ἐκτρεπομένη πλησίον Ῥώμης, εἶτα διὰ τοῦ Τουσκλανοῦ ὄρους ὑπερβᾶσα μεταξὺ Τούσκλου πόλεως καὶ τοῦ Ἀλβανοῦ ὄρους κάτεισιν ἐπὶ Ἄλγιδον πολίχνιον καὶ Πικτὰς πανδοχεῖα. εἶτα συμπίπτει καὶ ἡ Λαβικανή, ἀρχομένη μὲν ἀπὸ τῆς Ἠσκυλίνης πύλης ἀφʼ ἧς καὶ ἡ Πραινεστίνη, ἐν ἀριστερᾷ δʼ ἀφεῖσα καὶ ταύτην καὶ τὸ πεδίον τὸ Ἠσκυλῖνον πρόεισιν ἐπὶ πλείους τῶν ἑκατὸν καὶ εἴκοσι σταδίων, καὶ πλησιάσασα τῷ Λαβικῷ παλαιῷ κτίσματι κατεσπασμένῳ, κειμένῳ δʼ ἐφʼ ὕψους, τοῦτο μὲν καὶ τὸ Τούσκουλον ἐν δεξιοῖς ἀπολείπει, τελευτᾷ δὲ πρὸς τὰς Πικτὰς καὶ τὴν Λατίνην· διέχει δὲ τῆς Ῥώμης τὸ χωρίον τοῦτο διακοσίους καὶ δέκα σταδίους. εἶθʼ ἑξῆς μὲν ἐπʼ αὐτῆς τῆς Λατίνης εἰσὶν ἐπίσημοι κατοικίαι καὶ πόλεις Φερεντῖνον, Φρουσινών, παρʼ ἣν ὁ Κόσας ῥεῖ ποταμός, Φαβρατερία, παρʼ ἣν ὁ Τρῆρος ῥεῖ, Ἀκουῖνον μεγάλη πόλις, παρʼ ἣν ὁ Μέλπις ῥεῖ ποταμὸς μέγας, Ἰντεράμνιον ἐν συμβολῇ δυεῖν ποταμῶν κείμενον Λείριός τε καὶ ἑτέρου, Κασῖνον καὶ αὕτη πόλις ἀξιόλογος, ὑστάτη τῶν Λατίνων· τὸ γὰρ Τέανον τὸ καλούμενον Σιδικῖνον ἐφεξῆς κείμενον ἐκ τοῦ ἐπιθέτου δηλοῦται διότι τῶν Σιδικίνων ἐστίν. οὗτοι δὲ Ὄσκοι, Καμπανῶν ἔθνος ἐκλελοιπός, ὥστε λέγοιτʼ ἂν τῆς Καμπανίας καὶ αὕτη, μεγίστη οὖσα τῶν ἐπὶ τῇ Λατίνῃ πόλεων. καὶ ἡ ἐφεξῆς ἡ τῶν Καληνῶν καὶ αὕτη ἀξιόλογος, συνάπτουσα τῷ Κασιλίνῳ.