Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 7

3.15 πρὸς δὲ ταῖς ἐκβολαῖς μεγάλη νῆσός ἐστιν ἡ Πεύκη· κατασχόντες δʼ αὐτὴν Βαστάρναι Πευκῖνοι προσηγορεύθησαν· εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι πολὺ ἐλάττους, αἱ μὲν ἀνωτέρω ταύτης αἱ δὲ πρὸς τῇ θαλάττῃ. ἑπτάστομος γάρ ἐστι· μέγιστον δὲ τὸ ἱερὸν στόμα καλούμενον, διʼ οὗ σταδίων ἀνάπλους ἐπὶ τὴν Πεύκην ἑκατὸν εἴκοσιν, ἧς κατὰ τὸ κάτω μέρος ἐποίησε τὸ ζεῦγμα Δαρεῖος· δύναιτο δʼ ἂν ζευχθῆναι καὶ κατὰ τὸ ἄνω. τοῦτο δὲ καὶ πρῶτόν ἐστι στόμα ἐν ἀριστερᾷ εἰσπλέοντι εἰς τὸν Πόντον· τὰ δʼ ἑξῆς ἐν παράπλῳ τῷ ἐπὶ τὸν Τύραν· διέχει δʼ ἀπʼ αὐτοῦ τὸ ἕβδομον στόμα περὶ τριακοσίους σταδίους. γίνονται οὖν μεταξὺ τῶν στομάτων νησῖδες. τὰ μὲν δὴ τρία στόματα τὰ ἐφεξῆς τῷ ἱερῷ στόματί ἐστι μικρά, τὰ δὲ λοιπὰ τοῦ μὲν πολὺ ἐλάττονα τῶν δὲ μείζονα· Ἔφορος δὲ πεντάστομον εἴρηκε τὸν Ἴστρον. ἐντεῦθεν δʼ ἐπὶ Τύραν ποταμὸν πλωτὸν ἐνακόσιοι στάδιοι· ἐν δὲ τῷ μεταξὺ δύο λίμναι μεγάλαι, ἡ μὲν ἀνεῳγμένη πρὸς τὴν θάλατταν ὥστε καὶ λιμένι χρῆσθαι, ἡ δʼ ἄστομος.
3.16 ἐπὶ δὲ τῷ στόματι τοῦ Τύρα πύργος ἐστὶ Νεοπτολέμου καλούμενος καὶ κώμη Ἑρμώνακτος λεγομένη. ἀναπλεύσαντι δὲ ἑκατὸν τετταράκοντα σταδίους ἐφʼ ἑκάτερα πόλεις, ἡ μὲν Νικωνία ἡ δʼ ἐν ἀριστερᾷ Ὀφιοῦσσα· οἱ δὲ προσοικοῦντες τῷ ποταμῷ πόλιν φασὶν ἀνιόντι ἑκατὸν καὶ εἴκοσι σταδίους. διέχει δὲ τοῦ στόματος ἡ νῆσος ἡ Λευκὴ δίαρμα πεντακοσίων σταδίων, ἱερὰ τοῦ Ἀχιλλέως, πελαγία.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi