Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 7

5.7 μετὰ δʼ οὖν τὴν τῶν Ἀρδιαίων καὶ Πληραίων παραλίαν ὁ Ῥιζονικὸς κόλπος ἐστὶ καὶ Ῥίζων πόλις καὶ ἄλλα πολίχνια, καὶ Δρίλων ποταμὸς ἀνάπλουν ἔχων πρὸς ἕω μέχρι τῆς Δαρδανικῆς, ἣ συνάπτει τοῖς Μακεδονικοῖς ἔθνεσι καὶ τοῖς Παιονικοῖς πρὸς μεσημβρίαν, καθάπερ καὶ οἱ Αὐταριᾶται καὶ Δασαρήτιοι, ἄλλοι κατʼ ἄλλα μέρη συνεχεῖς ἀλλήλοις ὄντες καὶ τοῖς Αὐταριάταις. τῶν δὲ Δαρδανιατῶν εἰσι καὶ οἱ Γαλάβριοι, παρʼ οἷς πόλις ἀρχαία, καὶ οἱ Θουνάται, οἳ Μαίδοις ἔθνει Θρᾳκίῳ πρὸς ἕω συνάπτουσιν. ἄγριοι δʼ ὄντες οἱ Δαρδάνιοι τελέως, ὥσθʼ ὑπὸ ταῖς κοπρίαις ὀρύξαντες σπήλαια ἐνταῦθα διαίτας ποιεῖσθαι, μουσικῆς δʼ ὅμως ἐπεμελήθησανante ἀεὶ· μουσικοῖς ἀεὶ χρώμενοι καὶ αὐλοῖς καὶ τοῖς ἐντατοῖς ὀργάνοις. οὗτοι μὲν οὖν ἐν τῇ μεσογαίᾳ· μνησθησόμεθα δʼ αὐτῶν καὶ ὕστερον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi