Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 7

5.8 μετὰ δὲ τὸν Ῥιζονικὸν κόλπον Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη ἐφʼ ἧς ἵδρυται. εἶθʼ ὁ Ἄψος ποταμὸς καὶ ὁ Ἄωος, ἐφʼ ᾧ Ἀπολλωνία πόλις εὐνομωτάτη, κτίσμα Κορινθίων καὶ Κερκυραίων, τοῦ ποταμοῦ μὲν ἀπέχουσα σταδίους δέκα τῆς θαλάττης δὲ ἑξήκοντα. τὸν δʼ Ἄωον Αἴαντα καλεῖ Ἑκαταῖος καί φησιν ἀπὸ τοῦ αὐτοῦ τόπου τοῦ περὶ Λάκμον, μᾶλλον δὲ τοῦ αὐτοῦ μυχοῦ, τόν τε Ἴναχον ῥεῖν εἰς Ἄργος πρὸς νότον καὶ τὸν Αἴαντα πρὸς ἑσπέραν καὶ πρὸς τὸν Ἀδρίαν. ἐν δὲ τῇ χώρᾳ τῶν Ἀπολλωνιατῶν καλεῖταί τι νυμφαῖον· πέτρα δʼ ἐστὶ πῦρ ἀναδιδοῦσα, ὑπʼ αὐτῇ δὲ κρῆναι ῥέουσι χλιαροῦ καὶ ἀσφάλτου, καιομένης, ὡς εἰκός, τῆς βώλου τῆς ἀσφαλτίτιδος· μέταλλον δʼ αὐτῆς ἔστι πλησίον ἐπὶ λόφου· τὸ δὲ τμηθὲν ἐκπληροῦται πάλιν τῷ χρόνῳ, τῆς ἐγχωννυμένης εἰς τὰ ὀρύγματα γῆς μεταβαλλούσης εἰς ἄσφαλτον, ὥς φησι Ποσειδώνιος. λέγει δʼ ἐκεῖνος καὶ τὴν ἀμπελῖτιν γῆν ἀσφαλτώδη τὴν ἐν Σελευκείᾳ τῇ Πιερίᾳ μεταλλευομένην ἄκος τῆς φθειριώσης ἀμπέλου· χρισθεῖσαν γὰρ μετʼ ἐλαίου φθείρειν τὸ θηρίον πρὶν ἐπὶ τοὺς βλαστοὺς τῆς ῥίζης ἀναβῆναι· τοιαύτην δʼ εὑρεθῆναι καὶ ἐν Ῥόδῳ πρυτανεύοντος αὐτοῦ, πλείονος δʼ ἐλαίου δεῖσθαι. μετὰ δʼ Ἀπολλωνίαν Βυλλιακὴ καὶ Ὠρικὸν καὶ τὸ ἐπίνειον αὐτοῦ ὁ Πάνορμος καὶ τὰ Κεραύνια ὄρη, ἡ ἀρχὴ τοῦ στόματος τοῦ Ἰονίου κόλπου καὶ τοῦ Ἀδρίου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi