Kitap 7
fragments.1a
ἦν δὲ πρότερον περὶ Σκοτοῦσσαν πόλιν τῆς Πελασγιώτιδος τὸ χρηστήριον· ἐμπρησθέντος δʼ ὑπό τινων τοῦ δένδρου μετηνέχθη κατὰ χρησμὸν τοῦ Ἀπόλλωνος ἐν Δωδώνῃ. ἐχρησμῴδει δʼ οὐ διὰ λόγων, ἀλλὰ διά τινων συμβόλων, ὥσπερ τὸ ἐν Λιβύῃ Ἀμμωνιακόν· ἴσως δέ τινα πτῆσιν αἱ τρεῖς περιστεραὶ ἐπέτοντο ἐξαίρετον, ἐξ ὧν αἱ ἱέρειαι παρατηρούμεναι προεθέσπιζον. φασὶ δὲ καὶ κατὰ τὴν τῶν Μολοττῶν καὶ Θεσπρωτῶν γλῶτταν τὰς γραίας πελίας καλεῖσθαι καὶ τοὺς γέροντας πελίους· καὶ ἴσως οὐκ ὄρνεα ἦσαν αἱ θρυλούμεναι πελειάδες, ἀλλὰ γυναῖκες γραῖαι τρεῖς περὶ τὸ ἱερὸν σχολάζουσαι.Epit. (i.e. Epitome edita).
fragments.2
ὅτι κατὰ Θεσπρωτοὺς καὶ Μολοττοὺς τὰς γραίας πελίας καὶ τοὺς γέροντας πελίους, καθάπερ καὶ παρὰ Μακεδόσι· πελιγόνας γοῦν καλοῦσιν ἐκεῖνοι τοὺς ἐν τιμαῖς, καθὰ παρὰ Λάκωσι καὶ Μασσαλιώταις τοὺς γέροντας· ὅθεν καὶ τὰς ἐν τῇ Δωδωναίᾳ δρυῒ μεμυθεῦσθαι πελείας φασίν. E. (i.e. Epitome Vaticana).
fragments.3
ὅτι ἡ παροιμία τὸ ἐν Δωδώνῃ χαλκίον ἐντεῦθεν ὠνομάσθη· χαλκίον ἦν ἐν τῷ ἱερῷ ἔχον ὑπερκείμενον ἀνδριάντα κρατοῦντα μάστιγα χαλκῆν, ἀνάθημα Κορκυραίων· ἡ δὲ μάστιξ ἦν τριπλῆ ἁλυσιδωτὴ ἀπηρτημένους ἔχουσα ἐξ αὑτῆς ἀστραγάλους, οἳ πλήττοντες τὸ χαλκίον συνεχῶς, ὁπότε αἰωροῖντο ὑπὸ τῶν ἀνέμων, μακροὺς ἤχους ἀπειργάζοντο, ἕως ὁ μετρῶν τὸν χρόνον ἀπὸ τῆς ἀρχῆς τοῦ ἤχου μέχρι τέλους καὶ ἐπὶ τετρακόσια προέλθοι· ὅθεν καὶ ἡ παροιμία ἐλέχθη ἡ Κερκυραίων μάστιξ. Epit.
fragments.4
ἡ δὲ Παιονία τούτοις μὲν ἔστι πρὸς ἕω τοῖς ἔθνεσι, πρὸς δύσιν δὲ τοῖς Θρᾳκίοις ὄρεσι, πρὸς ἄρκτον δʼ ὑπέρκειται τοῖς Μακεδόσι, διὰ Γορτυνίου πόλεως καὶ Στόβων ἔχουσα τὰς εἰσβολὰς ἐπὶ τὰ πρὸς στενὰ διʼ ὧν ὁ Ἀξιὸς ῥέων δυσείσβολον ποιεῖ τὴν Μακεδονίαν ἐκ τῆς Παιονίας, ὡς ὁ Πηνειὸς διὰ τῶν Τεμπῶν φερόμενος ἀπὸ τῆς Ἑλλάδος αὐτὴν ἐρυμνοῖ· πρὸς νότον δὲ τοῖς Αὐταριάταις καὶ Δαρδανίοις καὶ Ἀρδιαίοις ὁμορεῖ· ἐκτέταται δὲ καὶ μέχρι Στρυμόνος ἡ Παιονία. E.
fragments.5
ὅτι ὁ Ἁλιάκμων εἰς τὸν Θερμαῖον κόλπον ῥεῖ. E.