Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 7

fragments.32 ὅτι ἀντικρὺ Κανάστρου, ἄκρου τῆς Παλλήνης, ἡ Δέρρις ἐστὶν ἄκρα πλησίον Κωφοῦ λιμένος, καὶ ὁ Τορωναῖος κόλπος ὑπὸ τούτων ἀφορίζεται. καὶ πρὸς ἀνατολὰς αὖθις κεῖται τὸ ἄκρον τοῦ Ἄθωνος, ὃ ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον, ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν, ἀλλήλων ἀπέχοντας οὕτως, Μαλιακὸν Παγασιτικὸν Θερμαῖον Τορωναῖον Σιγγιτικὸν Στρυμονικόν. τὰ δὲ ἄκρα Ποσείδιον μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασιτικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιάς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμονικῷ Ἀκράθως ἄκρον, ὧν μεταξὺ ὁ Ἄθων, οὗ πρὸς ἀνατολὰς ἡ Λῆμνος· πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυμονικὸν κόλπον ἡ Νεάπολις. Epit.
fragments.33 ὅτι Ἄκανθος πόλις ἐν τῷ Σιγγιτικῷ κόλπῳ ἐστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου διώρυχος· ἔχει δʼ ὁ Ἄθων πέντε πόλεις, Δῖον Κλεωνὰς Θύσσον Ὀλόφυξιν Ἀκροθώους· αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται. ἔστι δʼ ὁ Ἄθων ὄρος μαστοειδὲς ὀξύτατον ὑψηλότατον· οὗ οἱ τὴν κορυφὴν οἰκοῦντες ὁρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν τριῶν τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀριστοτέλους, στάδια τετρακόσια, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης Γαληψὸς Ἀπολλωνία, πᾶσαι πόλεις· εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος ὁ τούτου παῖς διώριζον ἐν τοῖς κατʼ αὐτοὺς χρόνοις. εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, οἷον Μύρκινος Ἄργιλος Δραβῆσκος Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα· ἀφʼ οὗ καὶ παροιμία Δάτον ἀγαθῶν, ὡς καὶ ἀγαθῶν ἀγαθῖδας. Epit.
fragments.34 ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ Φίλιπποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὄρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα καὶ ἀργυρεῖα ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐντὸς τοῦ Στρυμόνος ποταμοῦ μέχρι Παιονίας· φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια. Epit.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi