Kitap 7
fragments.47
ὅτι μετὰ τὸν Νέστον ποταμὸν πρὸς ἀνατολὰς Ἄβδηρα πόλις, ἐπώνυμος Ἀβδήρου, ὃν οἱ τοῦ Διομήδους ἵπποι ἔφαγον· εἶτα Δίκαια πόλις πλησίον, ἧς ὑπέρκειται λίμνη μεγάλη ἡ Βιστονίς· εἶτα πόλις Μαρώνεια. Epit.
fragments.48
ἔστι δʼ ἡ Θρᾴκη σύμπασα ἐκ δυεῖν καὶ εἴκοσιν ἐθνῶν συνεστῶσα· δύναται δὲ στέλλειν καίπερ οὖσα περισσῶς ἐκπεπονημένη μυρίους καὶ πεντακισχιλίους ἱππέας, πεζῶν δὲ καὶ εἴκοσι μυριάδας. μετὰ δὲ τὴν Μαρώνειαν Ὀρθαγόρεια πόλις καὶ τὰ περὶ Σέρριον, παράπλους τραχύς, καὶ τὸ τῶν Σαμοθρᾴκων πολίχνιον Τέμπυρα καὶ ἄλλο Χαράκωμα, οὗ πρόκειται ἡ Σαμοθρᾴκη νῆσος, καὶ Ἴμβρος οὐ πολὺ ἄπωθεν ταύτης· πλέον δʼ ἢ διπλάσιον ἡ Θάσος. ἀπὸ δὲ Χαρακώματος Δορίσκος, ὅπου ἐμέτρησε Ξέρξης τῆς στρατιᾶς τὸ πλῆθος. εἶθʼ Ἕβρος ἀνάπλουν ἔχων εἰς Κύψελα ἑκατὸν εἴκοσι· τῆς Μακεδονίας φησὶ τοῦτο ὅριον, ἣν ἀφείλοντο Περσέα Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὸν Ψευδοφίλιππον. Παῦλος μὲν οὖν ὁ τὸν Περσέα ἑλὼν συνάψας τῇ Μακεδονίᾳ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη εἰς τέτταρα μέρη διέταξε τὴν χώραν, καὶ τὸ μὲν προσένειμεν Ἀμφιπόλει, τὸ δὲ Θεσσαλονικείᾳ, τὸ δὲ Πέλλῃ, τὸ δὲ Πελαγόσι. παροικοῦσι δὲ τὸν Ἕβρον Κορπῖλοι καὶ Βρέναι ἔτι ἀνωτέρω, εἶτʼ ἔσχατοι Βέσσοι· μέχρι γὰρ δεῦρο ὁ ἀνάπλους. ἅπαντα δὲ τὰ ἔθνη λῃστρικὰ ταῦτα, μάλιστα δʼ οἱ Βέσσοι, οὓς λέγει γειτονεύειν Ὀδρύσαις καὶ Σαπαίοις. ἀστῶν δὲ βασίλειον ἦν Βιζύη. Ὀδρύσας δὲ καλοῦσιν ἔνιοι πάντας τοὺς ἀπὸ Ἕβρου καὶ Κυψέλων μέχρι Ὀδησσοῦ τῆς παραλίας ὑπεροικοῦντας, ὧν ἐβασίλευσεν Ἀμάδοκος καὶ Κερσοβλέπτης καὶ Βηρισάδης καὶ Σεύθης καὶ Κότυς. E.
fragments.49
ὅτι ὁ νῦν ποταμὸς Ῥιγινία ἐν Θρᾴκῃ καλούμενος Ἐρίγων ἦν καλούμενος. Epit.
fragments.50
ὅτι τὴν Σαμοθρᾴκην Ἰασίων καὶ Δάρδανος ἀδελφοὶ ᾤκουν· κεραυνωθέντος δὲ Ἰασίωνος διὰ τὴν εἰς Δήμητρα ἁμαρτίαν, ὁ Δάρδανος ἀπάρας ἐκ Σαμοθρᾴκης, ἐλθὼν ᾤκησεν ἐν τῇ ὑπωρείᾳ τῆς Ἴδης, τὴν πόλιν Δαρδανίαν καλέσας, καὶ ἐδίδαξε τοὺς Τρῶας τὰ ἐν Σαμοθρᾴκῃ μυστήρια· ἐκαλεῖτο δὲ ἡ Σαμοθρᾴκη Σάμος πρίν. Epit.