Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 8

4.4 τῇ δὲ Μεθώνῃ συνεχής ἐστιν ὁ Ἀκρίτας, ἀρχὴ τοῦ Μεσσηνιακοῦ κόλπου· καλοῦσι δʼ αὐτὸν καὶ Ἀσιναῖον ἀπὸ Ἀσίνης, πολίχνης πρώτης ἐν τῷ κόλπῳ, ὁμωνύμου τῇ Ἑρμιονικῇ. αὕτη μὲν οὖν ἡ ἀρχὴ πρὸς δύσιν τοῦ κόλπου ἐστί, πρὸς ἕω δὲ αἱ καλούμεναι Θυρίδες, ὅμοροι τῇ νῦν Λακωνικῇ τῇ κατὰ Κιναίθιον καὶ Ταίναρον. μεταξὺ δὲ ἀπὸ τῶν Θυρίδων ἀρξαμένοις Οἴτυλός ἐστι· καλεῖται δʼ ὑπό τινων Βοίτυλος· εἶτα Λεῦκτρον τῶν ἐν τῇ Βοιωτίᾳ Λεύκτρων ἄποικος, εἶτʼ ἐπὶ πέτρας ἐρυμνῆς ἵδρυται Καρδαμύλη, εἶτα Φηραὶ ὅμορος Θουρίᾳ καὶ Γερήνοις, ἀφʼ οὗ τόπου Γερήνιον τὸν Νέστορα κληθῆναί φασι διὰ τὸ ἐνταῦθα σωθῆναι αὐτόν, ὡς προειρήκαμεν. δείκνυται δʼ ἐν τῇ Γερηνίᾳ Τρικκαίου ἱερὸν Ἀσκληπιοῦ, ἀφίδρυμα τοῦ ἐν τῇ Θετταλικῇ Τρίκκῃ. οἰκίσαι δὲ λέγεται Πέλοψ τό τε Λεῦκτρον καὶ Χαράδραν καὶ Θαλάμας, τοὺς νῦν Βοιωτοὺς καλουμένους, τὴν ἀδελφὴν Νιόβην ἐκδοὺς Ἀμφίονι καὶ ἐκ τῆς Βοιωτίας ἀγαγόμενός τινας. παρὰ δὲ Φηρὰς Νέδων ἐκβάλλει ῥέων διὰ τῆς Λακωνικῆς, ἕτερος ὢν τῆς Νέδας· ἔχει δʼ ἱερὸν ἐπίσημον Ἀθηνᾶς Νεδουσίας. καὶ ἐν Ποιαέσσῃ δʼ ἐστὶν Ἀθηνᾶς Νεδουσίας ἱερόν, ἐπώνυμον τόπου τινὸς Νέδοντος, ἐξ οὗ φασιν οἰκίσαι Τήλεκλον Ποιάεσσαν καὶ Ἐχειὰς καὶ Τράγιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi