Kitap 8
6.11
τῇ μὲν οὖν Τίρυνθι ὁρμητηρίῳ χρήσασθαι δοκεῖ Προῖτος καὶ τειχίσαι διὰ Κυκλώπων, οὓς ἑπτὰ μὲν εἶναι καλεῖσθαι δὲ γαστερόχειρας τρεφομένους ἐκ τῆς τέχνης, ἥκειν δὲ μεταπέμπτους ἐκ Λυκίας· καὶ ἴσως τὰ σπήλαια τὰ περὶ τὴν Ναυπλίαν καὶ τὰ ἐν αὐτοῖς ἔργα τούτων ἐπώνυμά ἐστιν. ἡ δὲ ἀκρόπολις Λίκυμνα ἐπώνυμος Λικυμνίου, διέχει δὲ τῆς Ναυπλίας περὶ δώδεκα σταδίους· ἔρημος δʼ ἐστὶ κἀκείνη καὶ ἡ πλησίον Μιδέα, ἑτέρα οὖσα τῆς Βοιωτικῆς· ἐκείνη γὰρ ἔστι Μίδεια ὡς πρόνοια, αὕτη δὲ Μιδέα ὡς Τεγέα· ταύτῃ δʼ ὅμορος Πρόσυμνα αὕτη ἱερὸν ἔχουσα Ἥρας· ἠρήμωσαν δὲ τὰς πλείστας οἱ Ἀργεῖοι ἀπειθούσας. οἱ δʼ οἰκήτορες οἱ μὲν ἐκ τῆς Τίρυνθος ἀπῆλθον εἰς Ἐπίδαυρον, οἱ δὲ ἐκ τῆς εἰς τοὺς Ἁλιεῖς καλουμένους, οἱ δʼ ἐκ τῆς Ἀσίνης (ἔστι δʼ αὕτη κώμη τῆς Ἀργείας πλησίον Ναυπλίας) ὑπὸ Λακεδαιμονίων εἰς τὴν Μεσσηνίαν μετῳκίσθησαν, ὅπου καὶ ἡ ὁμώνυμος τῇ Ἀργολικῇ Ἀσίνῃ πολίχνη. οἱ γὰρ Λακεδαιμόνιοι, φησὶν ὁ Θεόπομπος, πολλὴν κατακτησάμενοι τῆς ἀλλοτρίας εἰς ταύτην κατῴκιζον οὓς ἂν ὑποδέξαιντο τῶν φυγόντων ἐπʼ αὐτούς· καὶ οἱ ἐκ τῆς Ναυπλίας ἐκεῖσε ἀνεχώρησαν.
6.12
Ἑρμιόνη δʼ ἐστὶ τῶν οὐκ ἀσήμων πόλεων, ἧς τὴν παραλίαν ἔχουσιν Ἁλιεῖς λεγόμενοι θαλαττουργοί τινες ἄνδρες. παρʼ Ἑρμιονεῦσι δὲ τεθρύληται τὴν εἰς Ἅιδου κατάβασιν σύντομον εἶναι· διόπερ οὐκ ἐντιθέασιν ἐνταῦθα τοῖς νεκροῖς ναῦλον.
6.13
Δρυόπων δʼ οἰκητήριόν φασι καὶ τὴν Ἀσίνην, εἴτʼ ἐκ τῶν περὶ Σπερχειὸν τόπων ὄντας αὐτοὺς Δρύοπος τοῦ Ἀρκάδος κατοικίσαντος ἐνταῦθα, ὡς Ἀριστοτέλης φησίν, εἴθʼ Ἡρακλέους ἐκ τῆς περὶ τὸν Παρνασσὸν Δωρίδος ἐξελάσαντος αὐτούς. τὸ δὲ Σκύλλαιον τὸ ἐν Ἑρμιόνῃ ὠνομάσθαι φασὶν ἀπὸ Σκύλλης τῆς Νίσου θυγατρός, ἣν ἐξ ἔρωτος προδοῦσαν Μίνῳ τὴν Νίσαιαν καταποντωθῆναί φασιν ὑπʼ αὐτοῦ, δεῦρο δʼ ἐκκυμανθεῖσαν ταφῆς τυχεῖν. ἠιόνες δὲ κώμη τις ἦν, ἣν ἐρημώσαντες Μυκηναῖοι ναύσταθμον ἐποίησαν, ἀφανισθεῖσα δʼ ὕστερον οὐδὲ ναύσταθμόν ἐστιν.