Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 8

6.15 ἡ Ἐπίδαυρος δʼ ἐκαλεῖτο Ἐπίταυρος· φησὶ δὲ Ἀριστοτέλης κατασχεῖν αὐτὴν Κᾶρας, ὥσπερ καὶ Ἑρμιόνα, τῶν δὲ Ἡρακλειδῶν κατελθόντων Ἴωνας αὐτοῖς συνοικῆσαι τοὺς ἐκ τῆς Ἀττικῆς τετραπόλεως συνεπομένους εἰς Ἄργος. καὶ αὕτη δʼ οὐκ ἄσημος ἡ πόλις καὶ μάλιστα διὰ τὴν ἐπιφάνειαν τοῦ Ἀσκληπιοῦ θεραπεύειν νόσους παντοδαπὰς πεπιστευμένου, καὶ τὸ ἱερὸν πλῆρες ἔχοντος ἀεὶ τῶν τε καμνόντων καὶ τῶν ἀνακειμένων πινάκων, ἐν οἷς ἀναγεγραμμέναι τυγχάνουσιν αἱ θεραπεῖαι, καθάπερ ἐν Κῷ τε καὶ Τρίκκῃ. κεῖται δʼ ἡ πόλις ἐν μυχῷ τοῦ Σαρωνικοῦ κόλπου, τὸν περίπλουν ἔχουσα σταδίων πεντεκαίδεκα, βλέπουσα πρὸς ἀνατολὰς θερινάς· περικλείεται δʼ ὄρεσιν ὑψηλοῖς μέχρι πρὸς τὴν θάλατταν, ὥστʼ ἐρυμνὴ κατεσκεύασται φυσικῶς πανταχόθεν. μεταξὺ δὲ Τροιζῆνος καὶ Ἐπιδαύρου χωρίον ἦν ἐρυμνὸν Μέθανα καὶ χερρόνησος ὁμώνυμος τούτῳ· παρὰ Θουκυδίδῃ δὲ ἔν τισιν ἀντιγράφοις Μεθώνη φέρεται ὁμωνύμως τῇ Μακεδονικῇ, ἐν ᾗ Φίλιππος ἐξεκόπη τὸν ὀφθαλμὸν πολιορκῶν· διόπερ οἴεταί τινας ἐξαπατηθέντας ὁ Σκήψιος Δημήτριος τὴν ἐν τῇ Τροιζηνίᾳ Μεθώνην ὑπονοεῖν, καθʼ ἧς ἀράσασθαι λέγεται τοὺς ὑπʼ Ἀγαμέμνονος πεμφθέντας ναυτολόγους μηδέποτε παύσασθαι τοῦ τειχοδομεῖν, οὐ τούτων ἀλλὰ τῶν Μακεδόνων ἀνανευσάντων, ὥς φησι Θεόπομπος· τούτους δʼ οὐκ εἰκὸς ἐγγὺς ὄντας ἀπειθῆσαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi