Kitap 8
8.5
Πολυβίου δʼ εἰρηκότος τὸ ἀπὸ Μαλεῶν ἐπὶ τὰς ἄρκτους μέχρι τοῦ Ἴστρου διάστημα περὶ μυρίους σταδίους, εὐθύνει τοῦτο ὁ Ἀρτεμίδωρος οὐκ ἀτόπως, ἐπὶ μὲν Αἴγιον χιλίους καὶ τετρακοςίους εἶναι λέγων ἐκ Μαλεῶν ὁδόν, ἐνθένδε εἰς Κίρραν πλοῦν διακοσίων, ἐνθένδε διὰ Ἡρακλείας εἰς Θαυμακοὺς πεντακοσίων ὁδόν, εἶτα εἰς Λάρισαν καὶ τὸν Πηνειὸν τριακοσίων τετταράκοντα, εἶτα διὰ τῶν Τεμπῶν ἐπὶ τὰς Πηνειοῦ ἐκβολὰς διακοσίων τετταράκοντα, εἶτα εἰς τὴν Θεσσαλονίκειαν ἑξακοσίων ἑξήκοντα, ἐντεῦθεν ἐπʼ Ἴστρον διʼ Εἰδομένης καὶ Στόβων καὶ Δαρδανίων τρισχιλίους καὶ διακοσίους. κατʼ ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ τοῦ Ἴστρου ἐπὶ τὰς Μαλέας ἑξακισχιλίων πεντακοσίων. αἴτιον δὲ τούτου τὸ μὴ τὴν σύντομον καταμετρεῖν, ἀλλὰ τὴν τυχοῦσαν ἣν ἐπορεύθη τῶν στρατηγῶν τις. οὐκ ἄτοπον δʼ ἴσως καὶ τοὺς οἰκιστὰς προσθεῖναι τῶν τὴν Πελοπόννησον οἰκούντων, οὓς εἶπεν Ἔφορος, τοὺς μετὰ τὴν Ἡρακλειδῶν κάθοδον· Κορίνθου μὲν Ἀλήτην, Σικυῶνος δὲ Φάλκην, Ἀχαΐας δὲ Τισαμενόν, Ἤλιδος δʼ Ὄξυλον, Μεσσήνης δὲ Κρεσφόντην, Λακεδαίμονος δʼ Εὐρυσθένη καὶ Προκλῆ, Ἄργους δὲ Τήμενον καὶ Κισσόν, τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγραῖον καὶ Δηιφόντην.