Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 9

1.21 μετὰ δὲ τὸν Πειραιᾶ Φαληρεῖς δῆμος ἐν τῇ ἐφεξῆς παραλίᾳ· εἶθʼ Ἁλιμούσιοι Αἰξωνεῖς Ἁλαιεῖς οἱ Αἰξωνικοὶ Ἀναγυράσιοι· εἶτα Θοραιεῖς Λαμπτρεῖς Αἰγιλιεῖς Ἀναφλύστιοι Ἀζηνιεῖς· οὗτοι μὲν οἱ μέχρι τῆς ἄκρας τοῦ Σουνίου. μεταξὺ δὲ τῶν λεχθέντων δήμων μακρὰ ἄκρα, πρώτη μετὰ τοὺς Αἰξωνέας Ζωστήρ, εἶτʼ ἄλλη μετὰ Θοραιέας Ἀστυπάλαια· ὧν τῆς μὲν πρόκειται νῆσος Φάβρα τῆς δʼ Ἐλαιοῦσσα· καὶ κατὰ τοὺς Αἰξωνέας δʼ ἔστιν Ὑδροῦσσα· περὶ δὲ Ἀνάφλυστόν ἐστι καὶ τὸ Πανεῖον καὶ τὸ τῆς Κωλιάδος Ἀφροδίτης ἱερόν, εἰς ὃν τόπον ἐκκυμανθῆναι τὰ τελευταῖα τὰ ἐκ τῆς περὶ Σαλαμῖνα ναυμαχίας τῆς Περσικῆς ναυάγιά φασι, περὶ ὧν καὶ τὸν Ἀπόλλω προειπεῖν Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι. πρόκειται δὲ καὶ τούτων τῶν τόπων Βέλβινα νῆσος οὐ πολὺ ἄπωθεν καὶ ὁ Πατρόκλου χάραξ· ἔρημοι δʼ αἱ πλεῖσται τούτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi