Kitap 9
2.1
ἑξῆς δʼ ἐστὶν ἡ Βοιωτία, περὶ ἧς λέγοντα καὶ περὶ τῶν συνεχῶν ἐθνῶν ἀνάμνησιν ποιήσασθαι χρὴ τοῦ σαφοῦς χάριν ὧν εἴπομεν πρότερον. ἐλέγομεν δὲ τὴν ἀπὸ Σουνίου παραλίαν μέχρι Θετταλονικείας ἐπὶ τὰς ἄρκτους τετάσθαι, μικρὸν ἐκκλίνουσαν πρὸς δύσιν καὶ ἔχουσαν τὴν θάλατταν πρὸς ἕω, τὰ δʼ ὑπερκείμενα μέρη πρὸς δύσιν ὡς ἂν ταινίας τινὰς διὰ τῆς πάσης χώρας τεταμένας παραλλήλους· ὧν πρώτη ἐστὶν ἡ Ἀττικὴ σὺν τῇ Μεγαρίδι ὡς ἂν ταινία τις, τὸ μὲν ἑωθινὸν πλευρὸν ἔχουσα τὴν ἀπὸ Σουνίου μέχρι Ὠρωποῦ καὶ ίας, τὸ δʼ ἑσπέριον τόν τε Ἰσθμὸν καὶ τὴν Ἀλκυονίδα θάλατταν τὴν κατὰ Παγὰς μέχρι τῶν τόπων τῆς Βοιωτίας τῶν περὶ Κρέουσαν· τὰ δὲ λοιπὰ τὴν ἀπὸ Σουνίου μέχρι Ἰσθμοῦ παραλίαν καὶ τὴν ὡς ἂν ς ὀρεινὴν τὴν διείργουσαν ἀπὸ τῆς Βοιωτίας τὴν Ἀττικήν. δευτέρα δʼ ἐστὶν ἡ Βοιωτία ἀπὸ τῆς ἕω ἐπὶ δύσιν τεταμένη ταινία τις ἀπὸ τῆς κατʼ Εὔβοιαν θαλάττης ἐπὶ θάλατταν τὴν κατὰ τὸν Κρισαῖον κόλπον, ἰσομήκης πως τῇ Ἀττικῇ ἢ καὶ ἐλάττων κατὰ μῆκος· ἀρετῇ μέντοι τῆς χώρας πάμπολυ διαφέρει.