Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 9

1.3 ἀκτὴ δʼ ἐστὶν ἡ Ἀττικὴ ἀμφιθάλαττος, στενὴ τὸ πρῶτον, εἶτʼ εἰς τὴν μεσόγαιαν πλατύνεται, μηνοειδῆ δʼ οὐδὲν ἧττον ἐπιστροφὴν λαμβάνει πρὸς Ὠρωπὸν τῆς Βοιωτίας τὸ κυρτὸν ἔχουσαν πρὸς θαλάττῃ· τοῦτο δʼ ἐστὶ τὸ δεύτερον πλευρὸν ἑῷον τῆς Ἀττικῆς. τὸ δὲ λοιπὸν ἤδη τὸ προσάρκτιόν ἐστι πλευρὸν ἀπὸ τῆς Ὠρωπίας ἐπὶ δύσιν παρατεῖνον μέχρι τῆς Μεγαρίδος, ἡ Ἀττικὴ ὀρεινή, πολυώνυμός τις, διείργουσα τὴν Βοιωτίαν ἀπὸ τῆς Ἀττικῆς· ὥσθʼ, ὅπερ εἶπον ἐν τοῖς πρόσθεν, ἰσθμὸν γίνεσθαι τὴν Βοιωτίαν ἀμφιθάλαττον οὖσαν τῆς τρίτης χερρονήσου τῆς λεχθείσης, ἀπολαμβάνοντα ἐντὸς τὰ πρὸς τῇ Πελοποννήσῳ τήν τε Μεγαρίδα καὶ τὴν Ἀττικήν. διὰ δὲ τοῦτο καὶ Ἀκτήν φασι λεχθῆναι τὸ παλαιὸν καὶ Ἀκτικὴν τὴν νῦν Ἀττικὴν παρονομασθεῖσαν, ὅτι τοῖς ὄρεσιν ὑποπέπτωκε τὸ πλεῖστον μέρος αὐτῆς ἁλιτενὲς καὶ στενόν, μήκει δʼ ἀξιολόγῳ κεχρημένον, προπεπτωκὸς μέχρι Σουνίου. ταύτας οὖν διέξιμεν ἀναλαβόντες πάλιν ἀπὸ τῆς παραλίας ἀφʼ ἧσπερ ἀπελίπομεν.
1.4 μετὰ δὴ Κρομμυῶνα ὑπέρκεινται τῆς Ἀττικῆς αἱ Σκιρωνίδες πέτραι πάροδον οὐκ ἀπολείπουσαι πρὸς θαλάττῃ· ὑπὲρ αὐτῶν δʼ ἐστὶν ἡ ὁδὸς ἡ ἐπὶ Μεγάρων καὶ τῆς Ἀττικῆς ἀπὸ τοῦ Ἰσθμοῦ· οὕτω δὲ σφόδρα πλησιάζει ταῖς πέτραις ἡ ὁδὸς ὥστε πολλαχοῦ καὶ παράκρημνός ἐστι διὰ τὸ ὑπερκείμενον ὄρος δύσβατόν τε καὶ ὑψηλὸν ὄν· ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τοῦ Σκείρωνος καὶ τοῦ Πιτυοκάμπτου τῶν λῃζομένων τὴν λεχθεῖσαν ὀρεινήν, οὓς καθεῖλε Θησεύς. ἀπὸ δὲ τῶν ἄκρων τούτων καταιγίζοντα σκαιὸν τὸν ἀργέστην σκίρωνα προσηγορεύκασιν Ἀθηναῖοι. μετὰ δὲ τὰς Σκιρωνίδας πέτρας ἄκρα πρόκειται Μινῴα ποιοῦσα τὸν ἐν τῇ Νισαίᾳ λιμένα. ἡ δὲ Νίσαια ἐπίνειόν ἐστιν τῶν Μεγάρων δεκαοκτὼ σταδίους τῆς πόλεως διέχον, σκέλεσιν ἑκατέρωθεν συναπτόμενον πρὸς αὐτήν· ἐκαλεῖτο δὲ καὶ τοῦτο Μινῴα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi