Kitap 9
2.8
εἶτα λιμὴν μέγας ὃν καλοῦσι Βαθὺν λιμένα· εἶθʼ ἡ Αὐλὶς πετρῶδες χωρίον καὶ κώμη Ταναγραίων· λιμὴν δʼ ἐστὶ πεντήκοντα πλοίοις, ὥστʼ εἰκὸς τὸν ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι. καὶ ὁ Εὔριπος δʼ ἐστὶ πλησίον ὁ Χαλκίδος, εἰς ὃν ἀπὸ Σουνίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα· ἔστι δʼ ἐπʼ αὐτῷ γέφυρα δίπλεθρος, ὡς εἴρηκα· πύργος δʼ ἑκατέρωθεν ἐφέστηκεν ὁ μὲν ἐκ τῆς Χαλκίδος ὁ δʼ ἐκ τῆς Βοιωτίας· διῳκοδόμηται δʼ εἰς αὐτοὺς σῦριγξ. περὶ δὲ τῆς παλιρροίας τοῦ Εὐρίπου τοσοῦτον μόνον εἰπεῖν ἱκανόν, ὅτι ἑπτάκις μεταβάλλειν φασὶ καθʼ ἡμέραν ἑκάστην καὶ νύκτα· τὴν δʼ αἰτίαν ἐν ἄλλοις σκεπτέον.
2.9
πλησίον δʼ ἐστὶν ἐφʼ ὕψους κείμενον χωρίον Σαλγανεύς, ἐπώνυμον τοῦ ταφέντος ἐπʼ αὐτῷ Σαλγανέως ἀνδρὸς Βοιωτίου, καθηγησαμένου τοῖς Πέρσαις εἰσπλέουσιν εἰς τὸν διάπλουν τοῦτον ἐκ τοῦ Μαλιακοῦ κόλπου, ὅν φασιν ἀναιρεθῆναι πρὶν ἢ τῷ Εὐρίπῳ συνάπτειν ὑπὸ τοῦ ναυάρχου Μεγαβάτου νομισθέντα κακοῦργον, ὡς ἐξ ἀπάτης ἐμβαλόντα τὸν στόλον εἰς τυφλὸν τῆς θαλάττης στενωπόν· αἰσθόμενον δὲ τὸν βάρβαρον τὴν περὶ αὐτὸν ἀπάτην μεταγνῶναί τε καὶ ταφῆς ἀξιῶσαι τὸν ἀναιτίως ἀποθανόντα.
2.10
καὶ ἡ Γραῖα δʼ ἐστὶ τόπος Ὠρωποῦ πλησίον καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου καὶ τὸ Ναρκίσσου τοῦ Ἐρετριέως μνῆμα ὃ καλεῖται Σιγηλοῦ, ἐπειδὴ σιγῶσι παριόντες· τινὲς δὲ τῇ Τανάγρᾳ τὴν αὐτήν φασιν· ἡ Ποιμανδρὶς δʼ ἐστὶν ἡ αὐτὴ τῇ Ταναγρικῇ· καλοῦνται δὲ καὶ Γεφυραῖοι οἱ Ταναγραῖοι. ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιδρύθη κατὰ χρησμὸν δεῦρο τὸ Ἀμφιαράειον.