Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 9

2.26 μετὰ δὲ Θεσπιὰς καταλέγει Γραῖαν καὶ Μυκαλησσόν, περὶ ὧν εἰρήκαμεν· ὡς δʼ αὕτως καὶ περὶ τῶν ἄλλων οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρύθρας, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα. Πετεὼν δὲ κώμη τῆς Θηβαΐδος ἐγγὺς τῆς ἐπʼ Ἀνθηδόνα ὁδοῦ, ἡ δʼ Ὠκαλέη μέση Ἁλιάρτου καὶ Ἀλαλκομενίου ἑκατέρου τριάκοντα σταδίους ἀπέχουσα· παραρρεῖ δʼ αὐτὴν ποτάμιον ὁμώνυμον. Μεδεὼν δʼ ὁ μὲν Φωκικὸς ἐν τῷ Κρισαίῳ κόλπῳ, διέχων Βοιωτίας σταδίους ἑκατὸν ἑξήκοντα, ὁ δὲ Βοιωτιακὸς ἀπʼ ἐκείνου κέκληται, πλησίον δʼ ἐστὶν Ὀγχηστοῦ ὑπὸ τῷ Φοινικίῳ ὄρει, ἀφʼ οὗ καὶ μετωνόμασται Φοινικίς· τῆς δὲ Θηβαίας καὶ τοῦτο λέγεται, ὑπʼ ἐνίων δὲ τῆς Ἁλιαρτίας καὶ Μεδεὼν καὶ Ὠκαλέα.
2.27 εἶτά φησι κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην. περὶ μὲν οὖν Κωπῶν εἴρηται· προσάρκτιος δέ ἐστιν ἐπὶ τῇ Κωπαΐδι λίμνῃ· αἱ δʼ ἄλλαι κύκλῳ εἰσὶν αἵδε, Ἀκραιφίαι Φοινικὶς Ὀγχηστὸς Ἁλίαρτος Ὠκαλέα Ἀλαλκομεναὶ Τιλφούσιον Κορώνεια. καὶ τό γε παλαιὸν οὐκ ἦν τῆς λίμνης κοινὸν ὄνομα, ἀλλὰ καθʼ ἑκάστην πρὸς αὐτῇ κατοικίαν ἐκείνης ἐπώνυμος ἐλέγετο, Κωπαῒς μὲν τῶν Κωπῶν, Ἁλιαρτὶς δὲ Ἁλιάρτου, καὶ οὕτως ἐπὶ τῶν ἄλλων, ὕστερον δʼ ἡ πᾶσα Κωπαῒς ἐλέχθη κατʼ ἐπικράτειαν· κοιλότατον γὰρ τοῦτο τὸ χωρίον. Πίνδαρος δὲ καὶ Κηφισσίδα καλεῖ ταύτην· παρατίθησι γοῦν τὴν Τιλφῶσσαν κρήνην ὑπὸ τῷ Τιλφωσσίῳ ὄρει ῥέουσαν πλησίον Ἁλιάρτου καὶ Ἀλαλκομενῶν, ἐφʼ ᾗ τὸ Τειρεσίου μνῆμα· αὐτοῦ δὲ καὶ τὸ τοῦ Τιλφωσσίου Ἀπόλλωνος ἱερόν.
2.28 ὁ δὲ ποιητὴς ἐφεξῆς ταῖς Κώπαις Εὔτρησιν τίθησι κώμιον Θεσπιέων· ἐνταῦθά φασι Ζῆθον καὶ Ἀμφίονα οἰκῆσαι πρὶν βασιλεῦσαι Θηβῶν. ἡ δὲ Θίσβη Θίσβαι νῦν λέγονται, οἰκεῖται δὲ μικρὸν ὑπὲρ τῆς θαλάττης ὅμορον Θεσπιεῦσι τὸ χωρίον καὶ τῇ Κορωνειακῇ, ὑποπεπτωκὸς ἐκ τοῦ νοτίου μέρους τῷ Ἑλικῶνι καὶ αὐτό· ἐπίνειον δʼ ἔχει πετρῶδες περιστερῶν μεστόν, ἐφʼ οὗ φησιν ὁ ποιητὴς πολυτρήρωνά τε Θίσβην. πλοῦς δʼ ἐστὶν ἐνθένδε εἰς Σικυῶνα σταδίων ἑκατὸν ἑξήκοντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi