Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 9

3.16 Παραποτάμιοι δʼ εἰσὶ κατοικία τις ἐπὶ τῷ Κηφισσῷ ἱδρυμένη πλησίον Φανοτεῦσι καὶ Χαιρωνεῦσι καὶ Ἐλατείᾳ. φησὶ δὲ Θεόπομπος τὸν τόπον τοῦτον διέχειν τῆς μὲν Χαιρωνείας ὅσον τετταράκοντα σταδίους, διορίζειν δὲ τοὺς Ἀμβρυσέας καὶ Πανοπέας καὶ Δαυλιέας· κεῖσθαι δʼ ἐπὶ τῆς ἐμβολῆς τῆς ἐκ Βοιωτίας εἰς Φωκέας ἐν λόφῳ μετρίως ὑψηλῷ, μεταξὺ τοῦ τε Παρνασσοῦ καὶ τοῦ Ἁδυλίου ὄρους πενταστάδιον σχεδόν τι ἀπολειπόντων ἀνὰ μέσον χωρίον, διαιρεῖν δὲ τὸν Κηφισσὸν στενὴν ἑκατέρωθεν διδόντα πάροδον, τὰς μὲν ἀρχὰς ἐκ Λιλαίας ἔχοντα Φωκικῆς πόλεως (καθάπερ καὶ Ὅμηρός φησιν οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο ), εἰς δὲ τὴν Κωπαΐδα λίμνην ἐκδιδόντα· τὸ δὲ Ἁδύλιον παρατείνειν ἐφʼ ἑξήκοντα σταδίους μέχρι τοῦ Ἀκοντίου, ἐφʼ ᾧ κεῖται ὁ Ὀρχομενός. καὶ Ἡσίοδος δʼ ἐπὶ πλέον περὶ τοῦ ποταμοῦ λέγει καὶ τῆς ῥύσεως, ὡς διʼ ὅλης ῥέοι τῆς Φωκίδος σκολιῶς καὶ δρακοντοειδῶς παρὲκ Πανοπῆα διὰ Γλήχωνά τʼ ἐρυμνὴν καί τε διʼ Ὀρχομενοῦ εἱλιγμένος εἶσι δράκων ὥς. τὰ δὲ στενὰ τὰ περὶ τοὺς Παραποταμίους ἢ τὴν Παραποταμίαν (λέγεται γὰρ ἀμφοτέρως) περιμάχητα ὑπῆρξεν ἐν τῷ Φωκικῷ πολέμῳ, μίαν ἐχόντων ταύτην ἐμβολὴν εἰς τὴν Φωκίδα· ἔστι δὲ Κηφισσὸς ὅ τε Φωκικὸς καὶ ὁ Ἀθήνησι καὶ ὁ ἐν Σαλαμῖνι, τέταρτος δὲ καὶ πέμπτος ὁ ἐν Σικυῶνι καὶ ὁ ἐν Σκύρῳpost Σκύρῳ· ἕκτος δὲ ὁ ἐν Ἄργει τὰς πηγὰς ἔχων ἐκ Λυρκείου, ἐν Ἀπολλωνίᾳ δὲ τῇ πρὸς Ἐπιδάμνῳ πηγή ἐστι κατὰ τὸ γυμνάσιον, ἣν καλοῦσι Κηφισσόν.
3.17 Δαφνοῦς δὲ νῦν μὲν κατέσκαπται· ἦν δέ ποτε τῆς Φωκίδος πόλις ἁπτομένη τῆς Εὐβοϊκῆς θαλάττης, διαιροῦσα τοὺς Ἐπικνημιδίους Λοκρούς, τοὺς μὲν ἐπὶ τὸ πρὸς Βοιωτίαν μέρος τοὺς δὲ πρὸς Φωκίδα τὴν ἀπὸ θαλάττης καθήκουσαν τότε ἐπὶ θάλατταν. τεκμήριον δὲ τὸ ἐν αὐτῷ Σχεδιεῖον, ὅ φασιν εἶναι τάφον Σχεδίου. εἴρηται δὲ ὁ Δαφνοῦς ἐφʼ ἑκάτερα τὴν Λοκρίδα σχίσαι, ὥστε μηδαμοῦ ἅπτεσθαι ἀλλήλων τούς τʼ Ἐπικνημιδίους καὶ τοὺς Ὀπουντίους· ὕστερον δὲ προσωρίσθη τοῖς Ὀπουντίοις ὁ τόπος. περὶ μὲν δὴ τῆς Φωκίδος ἀπόχρη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi