Kitap 9
4.16
περὶ δὲ τὰ στενὰ ταῦτα οἱ περὶ Λεωνίδαν μετὰ ὀλίγων τῶν ὁμόρων τοῖς τόποις ἀντέσχον πρὸς τὰς τοσαύτας τῶν Περσῶν δυνάμεις, μέχρι περιελθόντες διʼ ἀτραπῶν τὰ ὄρη κατέκοψαν αὐτοὺς οἱ βάρβαροι. καὶ νῦν τὸ πολυάνδριον ἐκείνων ἐστὶ καὶ στῆλαι καὶ ἡ θρυλουμένη ἐπιγραφὴ τῇ Λακεδαιμονίων στήλῃ οὕτως ἔχουσα ὦ ξένʼ ἀπάγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις.
4.17
ἔστι δὲ καὶ λιμὴν μέγας αὐτόθι καὶ Δήμητρος ἱερόν, ἐν ᾧ κατὰ πᾶσαν Πυλαίαν θυσίαν ἐτέλουν οἱ Ἀμφικτύονες. ἐκ δὲ τοῦ λιμένος εἰς Ἡράκλειαν τὴν Τραχῖνα πεζῇ στάδιοι τετταράκοντα, πλοῦς δʼ ἐπὶ τὸ Κήναιον ἑβδομήκοντα. ἔξω δὲ Πυλῶν εὐθὺς ὁ Σπερχειὸς ἐκδίδωσιν. ἐπὶ δὲ Πύλας ἀπὸ Εὐρίπου στάδιοι πεντακόσιοι τριάκοντα. καὶ ἡ μὲν Λοκρὶς τέλος ἔχει. τὰ δʼ ἔξω Θετταλῶν ἐστι τὰ πρὸς ἕω καὶ τὸν Μαλιακὸν κόλπον, τὰ δὲ πρὸς δύσιν Αἰτωλῶν καὶ Ἀκαρνάνων. Ἀθαμᾶνες δὲ καὶ αὐτοὶ ἐκλελοίπασι.
4.18
μέγιστον δὴ καὶ παλαιότατον τῶν Θετταλῶν σύστημα, ὧν τὰ μὲν Ὅμηρος εἴρηκε τὰ δʼ ἄλλοι πλείους. Αἰτωλοὺς δʼ Ὅμηρος μὲν ἀεὶ ἑνὶ ὀνόματι λέγει, πόλεις οὐκ ἔθνη τάττων ὑπʼ αὐτοῖς, πλὴν εἰ τοὺς Κουρῆτας, οὓς ἐν μέρει τακτέον Αἰτωλικῶν. ἀπὸ Θετταλῶν δʼ ἀρκτέον, τὰ μὲν σφόδρα παλαιὰ καὶ μυθώδη καὶ οὐχ ὁμολογούμενα τὰ πολλὰ ἐῶντες, καθάπερ καὶ ἐν τοῖς ἄλλοις ἐποιήσαμεν, τὰ δὲ φαινόμενα ἡμῖν καίρια λέγοντες.