Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 9

5.3 τοιαύτη δʼ οὖσα εἰς τέτταρα μέρη διῄρητο· ἐκαλεῖτο δὲ τὸ μὲν Φθιῶτις τὸ δὲ Ἑστιαιῶτις τὸ δὲ Θετταλιῶτις τὸ δὲ Πελασγιῶτις. ἔχει δʼ ἡ μὲν Φθιῶτις τὰ νότια τὰ παρὰ τὴν Οἴτην ἀπὸ τοῦ Μαλιακοῦ κόλπου καὶ Πυλαϊκοῦ μέχρι τῆς Δολοπίας καὶ τῆς Πίνδου διατείνοντα, πλατυνόμενα δὲ μέχρι Φαρσάλου καὶ τῶν πεδίων τῶν Θετταλικῶν· ἡ δʼ Ἑστιαιῶτις τὰ ἑσπέρια καὶ τὰ μεταξὺ Πίνδου καὶ τῆς ἄνω Μακεδονίας· τὰ δὲ λοιπὰ οἵ τε ὑπὸ τῇ Ἑστιαιώτιδι νεμόμενοι τὰ πεδία, καλούμενοι δὲ Πελασγιῶται, συνάπτοντες ἤδη τοῖς κάτω Μακεδόσι, καὶ οἱ ἐφεξῆς τὰ μέχρι Μαγνητικῆς παραλίας ἐκπληροῦντες χωρία. κἀνταῦθα δʼ ἐνδόξων ὀνομάτων ἔσται ἀρίθμησις καὶ ἄλλως καὶ διὰ τὴν Ὁμήρου ποίησιν· τῶν δὲ πόλεων ὀλίγαι σώζουσι τὸ πάτριον ἀξίωμα, μάλιστα δὲ Λάρισα.
5.4 ὁ δὲ ποιητὴς εἰς δέκα μέρη καὶ δυναστείας διελὼν τὴν σύμπασαν γῆν ἣν νῦν Θετταλίαν προσαγορεύομεν, προσλαβών τινα καὶ τῆς Οἰταίας καὶ τῆς Λοκρικῆς, ὡς δʼ αὕτως καὶ τῆς ὑπὸ Μακεδόσιν νῦν τεταγμένης, ὑπογράφει τι κοινὸν καὶ πάσῃ χώρᾳ συμβαῖνον, τὸ μεταβάλλεσθαι καὶ τὰ ὅλα καὶ τὰ καθʼ ἕκαστα παρὰ τὰς τῶν ἐπικρατούντων δυνάμεις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi