Kitap 9
5.7
Φθῖοι δὲ καλοῦνται οἵ τε ὑπʼ Ἀχιλλεῖ καὶ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ· ὁ δὲ ποιητὴς τούτου μάρτυς. εἰπὼν γὰρ ἐν τῷ καταλόγῳ τῶν ὑπʼ Ἀχιλλεῖ οἵ τʼ εἶχον Φθίην, ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ τούτους μὲν ὑπομένοντας ἐν ταῖς ναυσὶ πεποίηκε μετὰ τοῦ Ἀχιλλέως καὶ καθʼ ἡσυχίαν ὄντας, τοὺς δʼ ὑπὸ Φιλοκτήτῃ μαχομένους ἔχοντας Μέδοντα ἡγεμόνα καὶ τοὺς ὑπὸ Πρωτεσιλάῳ, Ποδάρκους περὶ ὧν κοινῶς μὲν οὕτω φησίν ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες, Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί· ἰδίως δέ πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. οἱ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο. τάχα δὲ καὶ οἱ σὺν Εὐρυπύλῳ Φθῖοι ἐλέγοντο, ὅμοροι τούτοις ὄντες· νῦν μέντοι Μαγνησίας νομίζουσι τῆς τε ὑπʼ Εὐρυπύλῳ τὰ περὶ Ὀρμένιον καὶ τὴν ὑπὸ Φιλοκτήτῃ πᾶσαν, τὴν δʼ ὑπὸ Πρωτεσιλάῳ τῆς Φθίας ἀπὸ Δολοπίας καὶ τῆς Πίνδου μέχρι τῆς Μαγνητικῆς θαλάττης· μέχρι δὲ τῆς ὑπὸ Πρωτεσιλάῳ πόλεως Ἀντρῶνος, ἣ νῦν πληθυντικῶς λέγεται, τὸ πλάτος ἀφορίζεται τῆς ὑπὸ Πηλεῖ καὶ Ἀχιλλεῖ γῆς, ἀπὸ τῆς Τραχινίας καὶ τῆς Οἰταίας ἀρξαμένοις· τὸ δʼ αὐτὸ σχεδόν τι μῆκός ἐστι τοῦ Μαλιακοῦ κόλπου.